τῇ δ’ ὑστεραίᾳ ἐκκλησίᾳ ὁ Νικίας , καίπερ τῶν Λακεδαιμονίων αὐτῶν ἠπατημένων καὶ αὐτὸς ἐξηπατημένος περὶ τοῦ μὴ αὐτοκράτορας ὁμολογῆσαι ἥκειν , ὅμως τοῖς Λακεδαιμονίοις ἔφη χρῆναι φίλους μᾶλλον γίγνεσθαι , καὶ ἐπισχόντας τὰ πρὸς Ἀργείους πέμψαι ἔτι ὡς αὐτοὺς καὶ εἰδέναι ὅτι διανοοῦνται , λέγων ἐν μὲν τῷ σφετέρῳ καλῷ , ἐν δὲ τῷ ἐκείνων ἀπρεπεῖ τὸν πόλεμον ἀναβάλλεσθαι · σφίσι μὲν γὰρ εὖ ἑστώτων τῶν πραγμάτων ὡς ἐπὶ πλεῖστον ἄριστον εἶναι διασώσασθαι τὴν εὐπραγίαν , ἐκείνοις δὲ δυστυχοῦσιν ὅτι τάχιστα εὕρημα εἶναι διακινδυνεῦσαι . ἔπεισέ
τε πέμψαι πρέσβεις , ὧν καὶ αὐτὸς ἦν , κελεύσοντας Λακεδαιμονίους , εἴ τι δίκαιον διανοοῦνται , Πάνακτόν τε ὀρθὸν ἀποδιδόναι καὶ Ἀμφίπολιν , καὶ τὴν Βοιωτῶν ξυμμαχίαν ἀνεῖναι , ἢν μὴ ἐς τὰς σπονδὰς ἐσίωσι , καθάπερ εἴρητο ἄνευ ἀλλήλων μηδενὶ ξυμβαίνειν . εἰπεῖν
τε ἐκέλευον ὅτι καὶ σφεῖς , εἰ ἐβούλοντο ἀδικεῖν , ἤδη ἂν Ἀργείους ξυμμάχους πεποιῆσθαι , ὡς παρεῖναί γ’ αὐτοὺς αὐτοῦ τούτου ἕνεκα . εἴ τέ τι ἄλλο ἐνεκάλουν , πάντα ἐπιστείλαντες ἀπέπεμψαν τοὺς περὶ τὸν Νικίαν πρέσβεις . καὶ
ἀφικομένων αὐτῶν καὶ ἀπαγγειλάντων τά τε ἄλλα καὶ τέλος εἰπόντων ὅτι εἰ μὴ τὴν ξυμμαχίαν ἀνήσουσι Βοιωτοῖς μὴ ἐσιοῦσιν ἐς τὰς σπονδάς , ποιήσονται καὶ αὐτοὶ Ἀργείους καὶ τοὺς μετ’ αὐτῶν ξυμμάχους , τὴν μὲν ξυμμαχίαν οἱ Λακεδαιμόνιοι Βοιωτοῖς οὐκ ἔφασαν ἀνήσειν , ἐπικρατούντων τῶν περὶ τὸν Ξενάρη τὸν ἔφορον ταῦτα γίγνεσθαι καὶ ὅσοι ἄλλοι τῆς αὐτῆς γνώμης ἦσαν , τοὺς δὲ ὅρκους δεομένου Νικίου ἀνενεώσαντο · ἐφοβεῖτο γὰρ μὴ πάντα ἀτελῆ ἔχων ἀπέλθῃ καὶ διαβληθῇ , ὅπερ καὶ ἐγένετο , αἴτιος δοκῶν εἶναι τῶν πρὸς Λακεδαιμονίους σπονδῶν . ἀναχωρήσαντός
τε αὐτοῦ ὡς ἤκουσαν οἱ Ἀθηναῖοι οὐδὲν ἐκ τῆς Λακεδαίμονος πεπραγμένον , εὐθὺς δι’ ὀργῆς εἶχον , καὶ νομίζοντες ἀδικεῖσθαι (ἔτυχον γὰρ παρόντες οἱ Ἀργεῖοι καὶ οἱ ξύμμαχοι) παραγαγόντος Ἀλκιβιάδου ἐποιήσαντο σπονδὰς καὶ ξυμμαχίαν πρὸς αὐτοὺς τήνδε .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.