οἱ δ’ ἐν τῇ Κυλλήνῃ Πελοποννήσιοι , ἐν τούτῳ ἐν ᾧ οἱ Ἀθηναῖοι περὶ Κρήτην κατείχοντο , παρεσκευασμένοι ὡς ἐπὶ ναυμαχίαν παρέπλευσαν ἐς Πάνορμον τὸν Ἀχαϊκόν , οὗπερ αὐτοῖς ὁ κατὰ γῆν στρατὸς τῶν Πελοποννησίων προσεβεβοηθήκει . παρέπλευσε
δὲ καὶ ὁ Φορμίων ἐπὶ τὸ Ῥίον τὸ Μολυκρικὸν καὶ ὡρμίσατο ἔξω αὐτοῦ ναυσὶν εἴκοσιν , αἷσπερ καὶ ἐναυμάχησεν . ἦν
δὲ τοῦτο μὲν τὸ Ῥίον φίλιον τοῖς Ἀθηναίοις , τὸ δ’ ἕτερον Ῥίον ἐστὶν ἀντιπέρας , τὸ ἐν τῇ Πελοποννήσῳ · διέχετον δὲ ἀπ’ ἀλλήλων σταδίους μάλιστα ἑπτὰ τῆς θαλάσσης , τοῦ δὲ Κρισαίου κόλπου στόμα τοῦτό ἐστιν . ἐπὶ
οὖν τῷ Ῥίῳ τῷ Ἀχαϊκῷ οἱ Πελοποννήσιοι , ἀπέχοντι οὐ πολὺ τοῦ Πανόρμου , ἐν ᾧ αὐτοῖς ὁ πεζὸς ἦν , ὡρμίσαντο καὶ αὐτοὶ ναυσὶν ἑπτὰ καὶ ἑβδομήκοντα , ἐπειδὴ καὶ τοὺς Ἀθηναίους εἶδον . καὶ
ἐπὶ μὲν ἓξ ἢ ἑπτὰ ἡμέρας ἀνθώρμουν ἀλλήλοις μελετῶντές τε καὶ παρασκευαζόμενοι τὴν ναυμαχίαν , γνώμην ἔχοντες οἱ μὲν μὴ ἐκπλεῖν ἔξω τῶν Ῥίων ἐς τὴν εὐρυχωρίαν , φοβούμενοι τὸ πρότερον πάθος , οἱ δὲ μὴ ἐσπλεῖν ἐς τὰ στενά , νομίζοντες πρὸς ἐκείνων εἶναι τὴν ἐν ὀλίγῳ ναυμαχίαν . ἔπειτα
ὁ Κνῆμος καὶ ὁ Βρασίδας καὶ οἱ ἄλλοι τῶν Πελοποννησίων στρατηγοί , βουλόμενοι ἐν τάχει τὴν ναυμαχίαν ποιῆσαι πρίν τι καὶ ἀπὸ τῶν Ἀθηναίων ἐπιβοηθῆσαι , ξυνεκάλεσαν τοὺς στρατιώτας πρῶτον , καὶ ὁρῶντες αὐτῶν τοὺς πολλοὺς διὰ τὴν προτέραν ἧσσαν φοβουμένους καὶ οὐ προθύμους ὄντας παρεκελεύσαντο καὶ ἔλεξαν τοιάδε .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.