‘τὸν δὲ πόνον τὸν κατὰ τὸν πόλεμον , μὴ γένηταί τε πολὺς καὶ οὐδὲν μᾶλλον περιγενώμεθα , ἀρκείτω μὲν ὑμῖν καὶ ἐκεῖνα ἐν οἷς ἄλλοτε πολλάκις γε δὴ ἀπέδειξα οὐκ ὀρθῶς αὐτὸν ὑποπτευόμενον , δηλώσω δὲ καὶ τόδε , ὅ μοι δοκεῖτε οὔτ᾽ αὐτοὶ πώποτε ἐνθυμηθῆναι ὑπάρχον ὑμῖν μεγέθους πέρι ἐς τὴν ἀρχὴν οὔτ’ ἐγὼ ἐν τοῖς πρὶν λόγοις · οὐδ’ ἂν νῦν ἐχρησάμην κομπωδεστέραν ἔχοντι τὴν προσποίησιν , εἰ μὴ καταπεπληγμένους ὑμᾶς παρὰ τὸ εἰκὸς ἑώρων .
οἴεσθε μὲν γὰρ τῶν ξυμμάχων μόνων ἄρχειν , ἐγὼ δὲ ἀποφαίνω δύο μερῶν τῶν ἐς χρῆσιν φανερῶν , γῆς καὶ θαλάσσης , τοῦ ἑτέρου ὑμᾶς παντὸς κυριωτάτους ὄντας , ἐφ’ ὅσον τε νῦν νέμεσθε καὶ ἢν ἐπὶ πλέον βουληθῆτε · καὶ οὐκ ἔστιν ὅστις τῇ ὑπαρχούσῃ παρασκευῇ τοῦ ναυτικοῦ πλέοντας ὑμᾶς οὔτε βασιλεὺς οὔτε ἄλλο οὐδὲν ἔθνος τῶν ἐν τῷ παρόντι κωλύσει .
ὥστε οὐ κατὰ τὴν τῶν οἰκιῶν καὶ τῆς γῆς χρείαν , ὧν μεγάλων νομίζετε ἐστερῆσθαι , αὕτη ἡ δύναμις φαίνεται · οὐδ’ εἰκὸς χαλεπῶς φέρειν αὐτῶν μᾶλλον ἢ οὐ κηπίον καὶ ἐγκαλλώπισμα πλούτου πρὸς ταύτην νομίσαντας ὀλιγωρῆσαι , καὶ γνῶναι ἐλευθερίαν μέν , ἢν ἀντιλαμβανόμενοι αὐτῆς διασώσωμεν , ῥᾳδίως ταῦτα ἀναληψομένην , ἄλλων δὲ ὑπακούσασι καὶ τὰ προκεκτημένα φιλεῖν ἐλασσοῦσθαι , τῶν τε πατέρων μὴ χείρους κατ’ ἀμφότερα φανῆναι , οἳ μετὰ πόνων καὶ οὐ παρ’ ἄλλων δεξάμενοι κατέσχον τε καὶ προσέτι διασώσαντες παρέδοσαν ὑμῖν αὐτά ( αἴσχιον δὲ ἔχοντας ἀφαιρεθῆναι ἢ κτωμένους ἀτυχῆσαι) , ἰέναι δὲ τοῖς ἐχθροῖς ὁμόσε μὴ φρονήματι μόνον , ἀλλὰ καὶ καταφρονήματι .
αὔχημα μὲν γὰρ καὶ ἀπὸ ἀμαθίας εὐτυχοῦς καὶ δειλῷ τινὶ ἐγγίγνεται , καταφρόνησις δὲ ὃς ἂν καὶ γνώμῃ πιστεύῃ τῶν ἐναντίων προύχειν , ὃ ἡμῖν ὑπάρχει .
καὶ τὴν τόλμαν ἀπὸ τῆς ὁμοίας τύχης ἡ ξύνεσις ἐκ τοῦ ὑπέρφρονος ἐχυρωτέραν παρέχεται , ἐλπίδι τε ἧσσον πιστεύει , ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς , γνώμῃ δὲ ἀπὸ τῶν ὑπαρχόντων , ἧς βεβαιοτέρα ἡ πρόνοια .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.