ἐπὶ ταύτην οὖν ὁ Βρασίδας ἄρας ἐξ Ἀρνῶν τῆς Χαλκιδικῆς ἐπορεύετο τῷ στρατῷ . καὶ ἀφικόμενος περὶ δείλην ἐπὶ τὸν Αὐλῶνα καὶ Βορμίσκον , ᾗ ἡ Βόλβη λίμνη ἐξίησιν ἐς θάλασσαν , καὶ δειπνοποιησάμενος ἐχώρει τὴν νύκτα .
χειμὼν δὲ ἦν καὶ ὑπένειφεν · ᾗ καὶ μᾶλλον ὥρμησε , βουλόμενος λαθεῖν τοὺς ἐν τῇ Ἀμφιπόλει πλὴν τῶν προδιδόντων .
ἦσαν γὰρ Ἀργιλίων τε ἐν αὐτῇ οἰκήτορες ( εἰσὶ δὲ οἱ Ἀργίλιοι Ἀνδρίων ἄποικοι ) καὶ ἄλλοι οἳ ξυνέπρασσον ταῦτα , οἱ μὲν Περδίκκᾳ πειθόμενοι , οἱ δὲ Χαλκιδεῦσιν .
μάλιστα δὲ οἱ Ἀργίλιοι , ἐγγύς τε προσοικοῦντες καὶ αἰεί ποτε τοῖς Ἀθηναίοις ὄντες ὕποπτοι καὶ ἐπιβουλεύοντες τῷ χωρίῳ , ἐπειδὴ παρέτυχεν ὁ καιρὸς καὶ Βρασίδας ἦλθεν , ἔπραξάν τε ἐκ πλέονος πρὸς τοὺς ἐμπολιτεύοντας σφῶν ἐκεῖ ὅπως ἐνδοθήσεται ἡ πόλις , καὶ τότε δεξάμενοι αὐτὸν τῇ πόλει καὶ ἀποστάντες τῶν Ἀθηναίων ἐκείνῃ τῇ νυκτὶ κατέστησαν τὸν στρατὸν πρὸ ἕω ἐπὶ τὴν γέφυραν τοῦ ποταμοῦ .
ἀπέχει δὲ τὸ πόλισμα πλέον τῆς διαβάσεως , καὶ οὐ καθεῖτο τείχη ὥσπερ νῦν , φυλακὴ δέ τις βραχεῖα καθειστήκει · ἣν βιασάμενος ῥᾳδίως ὁ Βρασίδας , ἅμα μὲν τῆς προδοσίας οὔσης , ἅμα δὲ καὶ χειμῶνος ὄντος καὶ ἀπροσδοκήτοις προσπεσών , διέβη τὴν γέφυραν , καὶ τὰ ἔξω τῶν Ἀμφιπολιτῶν οἰκούντων κατὰ πᾶν τὸ χωρίον εὐθὺς εἶχεν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.