οἱ δὲ Ἀθηναῖοι τοὺς μὲν πρώτους φύλακας , οἷς ἐπέδραμον , εὐθὺς διαφθείρουσιν ἔν τε ταῖς εὐναῖς ἔτι καὶ ἀναλαμβάνοντας τὰ ὅπλα , λαθόντες τὴν ἀπόβασιν , οἰομένων αὐτῶν τὰς ναῦς κατὰ τὸ ἔθος ἐς ἔφορμον τῆς νυκτὸς πλεῖν .
ἅμα δὲ ἕῳ γιγνομένῃ καὶ ὁ ἄλλος στρατὸς ἀπέβαινεν , ἐκ μὲν νεῶν ἑβδομήκοντα καὶ ὀλίγῳ πλεόνων πάντες πλὴν θαλαμιῶν , ὡς ἕκαστοι ἐσκευασμένοι , τοξόται δὲ ὀκτακόσιοι καὶ πελτασταὶ οὐκ ἐλάσσους τούτων , Μεσσηνίων τε οἱ βεβοηθηκότες καὶ οἱ ἄλλοι ὅσοι περὶ Πύλον κατεῖχον πάντες πλὴν τῶν ἐπὶ τοῦ τείχους φυλάκων .
Δημοσθένους δὲ τάξαντος διέστησαν κατὰ διακοσίους τε καὶ πλείους , ἔστι δ’ ᾗ ἐλάσσους , τῶν χωρίων τὰ μετεωρότατα λαβόντες , ὅπως ὅτι πλείστη ἀπορία ᾖ τοῖς πολεμίοις πανταχόθεν κεκυκλωμένοις καὶ μὴ ἔχωσι πρὸς ὅτι ἀντιτάξωνται , ἀλλ’ ἀμφίβολοι γίγνωνται τῷ πλήθει , εἰ μὲν τοῖς πρόσθεν ἐπίοιεν , ὑπὸ τῶν κατόπιν βαλλόμενοι , εἰ δὲ τοῖς πλαγίοις , ὑπὸ τῶν ἑκατέρωθεν παρατεταγμένων .
κατὰ νώτου τε αἰεὶ ἔμελλον αὐτοῖς , ᾗ χωρήσειαν , οἱ πολέμιοι ἔσεσθαι ψιλοὶ καὶ οἱ ἀπορώτατοι , τοξεύμασι καὶ ἀκοντίοις καὶ λίθοις καὶ σφενδόναις ἐκ πολλοῦ ἔχοντες ἀλκήν , οἷς μηδὲ ἐπελθεῖν οἷόν τε ἦν · φεύγοντές τε γὰρ ἐκράτουν καὶ ἀναχωροῦσιν ἐπέκειντο . τοιαύτῃ μὲν γνώμῃ ὁ Δημοσθένης τό τε πρῶτον τὴν ἀπόβασιν ἐπενόει καὶ ἐν τῷ ἔργῳ ἔταξεν ·
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.