ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους , τοῦ χειμῶνος τούτου ἀρχομένου , Σιτάλκης ὁ Τήρεω Ὀδρύσης Θρᾳκῶν βασιλεὺς ἐστράτευσεν ἐπὶ Περδίκκαν τὸν Ἀλεξάνδρου Μακεδονίας βασιλέα καὶ ἐπὶ Χαλκιδέας τοὺς ἐπὶ Θρᾴκης , δύο ὑποσχέσεις τὴν μὲν βουλόμενος ἀναπρᾶξαι , τὴν δὲ αὐτὸς ἀποδοῦναι .
ὅ τε γὰρ Περδίκκας αὐτῷ ὑποσχόμενος , εἰ Ἀθηναίοις τε διαλλάξειεν ἑαυτὸν κατ’ ἀρχὰς τῷ πολέμῳ πιεζόμενον καὶ Φίλιππον τὸν ἀδελφὸν αὐτοῦ πολέμιον ὄντα μὴ καταγάγοι ἐπὶ βασιλείᾳ , ἃ ὑπεδέξατο οὐκ ἐπετέλει · τοῖς τε Ἀθηναίοις αὐτὸς ὡμολογήκει , ὅτε τὴν ξυμμαχίαν ἐποιεῖτο , τὸν ἐπὶ Θρᾴκης Χαλκιδικὸν πόλεμον καταλύσειν .
ἀμφοτέρων οὖν ἕνεκα τὴν ἔφοδον ἐποιεῖτο καὶ τόν τε Φιλίππου υἱὸν Ἀμύνταν ὡς ἐπὶ βασιλείᾳ τῶν Μακεδόνων ἦγε καὶ τῶν Ἀθηναίων πρέσβεις , οἳ ἔτυχον παρόντες τούτων ἕνεκα , καὶ ἡγεμόνα Ἅγνωνα · ἔδει γὰρ καὶ τοὺς Ἀθηναίους ναυσί τε καὶ στρατιᾷ ὡς πλείστῃ ἐπὶ τοὺς Χαλκιδέας παραγενέσθαι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.