τέλος δὲ τραυματιζομένων ἤδη πολλῶν διὰ τὸ αἰεὶ ἐν τῷ αὐτῷ ἀναστρέφεσθαι , ξυγκλῄσαντες ἐχώρησαν ἐς τὸ ἔσχατον ἔρυμα τῆς νήσου , ὃ οὐ πολὺ ἀπεῖχε , καὶ τοὺς ἑαυτῶν φύλακας . ὡς
δὲ ἐνέδοσαν , ἐνταῦθα ἤδη πολλῷ ἔτι πλέονι βοῇ τεθαρσηκότες οἱ ψιλοὶ ἐπέκειντο , καὶ τῶν Λακεδαιμονίων ὅσοι μὲν ὑποχωροῦντες ἐγκατελαμβάνοντο , ἀπέθνῃσκον , οἱ δὲ πολλοὶ διαφυγόντες ἐς τὸ ἔρυμα μετὰ τῶν ταύτῃ φυλάκων ἐτάξαντο παρὰ πᾶν ὡς ἀμυνούμενοι ᾗπερ ἦν ἐπίμαχον . καὶ
οἱ Ἀθηναῖοι ἐπισπόμενοι περίοδον μὲν αὐτῶν καὶ κύκλωσιν χωρίου ἰσχύι οὐκ εἶχον , προσιόντες δὲ ἐξ ἐναντίας ὤσασθαι ἐπειρῶντο . καὶ
χρόνον μὲν πολὺν καὶ τῆς ἡμέρας τὸ πλεῖστον ταλαιπωρούμενοι ἀμφότεροι ὑπό τε τῆς μάχης καὶ δίψης καὶ ἡλίου ἀντεῖχον , πειρώμενοι οἱ μὲν ἐξελάσασθαι ἐκ τοῦ μετεώρου , οἱ δὲ μὴ ἐνδοῦναι · ῥᾷον δ’ οἱ Λακεδαιμόνιοι ἠμύνοντο ἢ ἐν τῷ πρίν , οὐκ οὔσης σφῶν τῆς κυκλώσεως ἐς τὰ πλάγια .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.