[καὶ κατὰ τὸν χρόνον τοῦτον ὃν αἱ νῆες ἔπλεον ἐν τοῖς πλεῖσται δὴ νῆες ἅμ’ αὐτοῖς ἐνεργοὶ † κάλλει ἐγένοντο , παραπλήσιαι δὲ καὶ ἔτι πλείους ἀρχομένου τοῦ πολέμου . τήν
τε γὰρ Ἀττικὴν καὶ Εὔβοιαν καὶ Σαλαμῖνα ἑκατὸν ἐφύλασσον , καὶ περὶ Πελοπόννησον ἕτεραι ἑκατὸν ἦσαν , χωρὶς δὲ αἱ περὶ Ποτείδαιαν καὶ ἐν τοῖς ἄλλοις χωρίοις , ὥστε αἱ πᾶσαι ἅμα ἐγίγνοντο ἐν ἑνὶ θέρει διακόσιαι καὶ πεντήκοντα . καὶ
τὰ χρήματα τοῦτο μάλιστα ὑπανήλωσε μετὰ Ποτειδαίας . τήν
τε γὰρ Ποτείδαιαν δίδραχμοι ὁπλῖται ἐφρούρουν ( αὑτῷ γὰρ καὶ ὑπηρέτῃ δραχμὴν ἐλάμβανε τῆς ἡμέρας ) , τρισχίλιοι μὲν οἱ πρῶτοι , ὧν οὐκ ἐλάσσους διεπολιόρκησαν , ἑξακόσιοι δὲ καὶ χίλιοι μετὰ Φορμίωνος , οἳ προαπῆλθον · νῆές τε αἱ πᾶσαι τὸν αὐτὸν μισθὸν ἔφερον . τὰ μὲν οὖν χρήματα οὕτως ὑπανηλώθη τὸ πρῶτον , καὶ νῆες τοσαῦται δὴ πλεῖσται ἐπληρώθησαν . ]
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.