ὁ δὲ Σιτάλκης πρός τε τὸν Περδίκκαν λόγους ἐποιεῖτο ὧν ἕνεκα ἐστράτευσε , καὶ ἐπειδὴ οἱ Ἀθηναῖοι οὐ παρῆσαν ταῖς ναυσίν , ἀπιστοῦντες αὐτὸν μὴ ἥξειν , δῶρα δὲ καὶ πρέσβεις ἔπεμψαν αὐτῷ , ἔς τε τοὺς Χαλκιδέας καὶ Βοττιαίους μέρος τι τοῦ στρατοῦ πέμπει , καὶ τειχήρεις ποιήσας ἐδῄου τὴν γῆν . καθημένου
δ’ αὐτοῦ περὶ τοὺς χώρους τούτους οἱ πρὸς νότον οἰκοῦντες Θεσσαλοὶ καὶ Μάγνητες καὶ οἱ ἄλλοι ὑπήκοοι Θεσσαλῶν καὶ οἱ μέχρι Θερμοπυλῶν Ἕλληνες ἐφοβήθησαν μὴ καὶ ἐπὶ σφᾶς ὁ στρατὸς χωρήσῃ , καὶ ἐν παρασκευῇ ἦσαν . ἐφοβήθησαν
δὲ καὶ οἱ πέραν Στρυμόνος πρὸς βορέαν Θρᾷκες , ὅσοι πεδία εἶχον , Παναῖοι καὶ Ὀδόμαντοι καὶ Δρῶοι καὶ Δερσαῖοι · αὐτόνομοι δ’ εἰσὶ πάντες . παρέσχε
δὲ λόγον καὶ ἐπὶ τοὺς τῶν Ἀθηναίων πολεμίους Ἕλληνας , μὴ ὑπ’ αὐτῶν ἀγόμενοι κατὰ τὸ ξυμμαχικὸν καὶ ἐπὶ σφᾶς χωρήσωσιν . ὁ
δὲ τήν τε Χαλκιδικὴν καὶ Βοττικὴν καὶ Μακεδονίαν ἅμα ἐπέχων ἔφθειρε , καὶ ἐπειδὴ αὐτῷ οὐδὲν ἐπράσσετο ὧν ἕνεκα ἐσέβαλε καὶ ἡ στρατιὰ σῖτόν τε οὐκ εἶχεν αὐτῷ καὶ ὑπὸ χειμῶνος ἐταλαιπώρει , ἀναπείθεται ὑπὸ Σεύθου τοῦ Σπαραδόκου , ἀδελφιδοῦ ὄντος καὶ μέγιστον μεθ’ ἑαυτὸν δυναμένου , ὥστ’ ἐν τάχει ἀπελθεῖν . τὸν δὲ Σεύθην κρύφα Περδίκκας ὑποσχόμενος ἀδελφὴν ἑαυτοῦ δώσειν καὶ χρήματα ἐπ’ αὐτῇ προσποιεῖται . καὶ
ὁ μὲν πεισθεὶς καὶ μείνας τριάκοντα τὰς πάσας ἡμέρας , τούτων δὲ ὀκτὼ ἐν Χαλκιδεῦσιν , ἀνεχώρησε τῷ στρατῷ κατὰ τάχος ἐπ’ οἴκου · Περδίκκας δὲ ὕστερον Στρατονίκην τὴν ἑαυτοῦ ἀδελφὴν δίδωσι Σεύθῃ , ὥσπερ ὑπέσχετο . τὰ μὲν οὖν κατὰ τὴν Σιτάλκου στρατείαν οὕτως ἐγένετο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.