καὶ οἱ μὲν ταῦτα εἰπόντες τῶν Ἀργείων ἀφ’ ἑαυτῶν καὶ οὐ τοῦ πλήθους κελεύσαντος εἶπον · καὶ ὁ Ἆγις δεξάμενος τοὺς λόγους αὐτός , καὶ οὐ μετὰ τῶν πλεόνων οὐδὲ αὐτὸς βουλευσάμενος ἀλλ’ ἢ ἑνὶ ἀνδρὶ κοινώσας τῶν ἐν τέλει ξυστρατευομένων , σπένδεται τέσσαρας μῆνας , ἐν οἷς ἔδει ἐπιτελέσαι αὐτοὺς τὰ ῥηθέντα . καὶ ἀπήγαγε τὸν στρατὸν εὐθύς , οὐδενὶ φράσας τῶν ἄλλων ξυμμάχων . οἱ
δὲ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι εἵποντο μὲν ὡς ἡγεῖτο διὰ τὸν νόμον , ἐν αἰτίᾳ δ᾽ εἶχον κατ’ ἀλλήλους πολλῇ τὸν Ἆγιν , νομίζοντες ἐν καλῷ παρατυχὸν σφίσι ξυμβαλεῖν καὶ πανταχόθεν αὐτῶν ἀποκεκλῃμένων καὶ ὑπὸ ἱππέων καὶ πεζῶν οὐδὲν δράσαντες ἄξιον τῆς παρασκευῆς ἀπιέναι . στρατόπεδον
γὰρ δὴ τοῦτο κάλλιστον Ἑλληνικὸν τῶν μέχρι τοῦδε ξυνῆλθεν · ὤφθη δὲ μάλιστα ἕως ἔτι ἦν ἁθρόον ἐν Νεμέᾳ , ἐν ᾧ Λακεδαιμόνιοί τε πανστρατιᾷ ἦσαν καὶ Ἀρκάδες καὶ Βοιωτοὶ καὶ Κορίνθιοι καὶ Σικυώνιοι καὶ Πελληνῆς καὶ Φλειάσιοι καὶ Μεγαρῆς , καὶ οὗτοι πάντες λογάδες ἀφ’ ἑκάστων , ἀξιόμαχοι δοκοῦντες εἶναι οὐ τῇ Ἀργείων μόνον ξυμμαχίᾳ ἀλλὰ κἂν ἄλλῃ ἔτι προσγενομένῃ . τὸ
μὲν οὖν στρατόπεδον οὕτως ἐν αἰτίᾳ ἔχοντες τὸν Ἆγιν ἀνεχώρουν τε καὶ διελύθησαν ἐπ’ οἴκου ἕκαστοι , Ἀργεῖοι
δὲ καὶ αὐτοὶ ἔτι ἐν πολλῷ πλέονι αἰτίᾳ εἶχον τοὺς σπεισαμένους ἄνευ τοῦ πλήθους , νομίζοντες κἀκεῖνοι μὴ ἂν σφίσι ποτὲ κάλλιον παρασχὸν Λακεδαιμονίους διαπεφευγέναι · πρός τε γὰρ τῇ σφετέρᾳ πόλει καὶ μετὰ πολλῶν καὶ ἀγαθῶν ξυμμάχων τὸν ἀγῶνα ἂν γίγνεσθαι . τόν
τε Θράσυλον ἀναχωρήσαντες ἐν τῷ Χαράδρῳ , οὗπερ τὰς ἀπὸ στρατείας δίκας πρὶν ἐσιέναι κρίνουσιν , ἤρξαντο λεύειν . ὁ δὲ καταφυγὼν ἐπὶ τὸν βωμὸν περιγίγνεται · τὰ μέντοι χρήματα ἐδήμευσαν αὐτοῦ .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.