‘τοὺς μὲν Ἀθηναίους ὅστις μὴ βούλεται οὕτω κακῶς φρονῆσαι καὶ ὑποχειρίους ἡμῖν γενέσθαι ἐνθάδε ἐλθόντας , ἢ δειλός ἐστιν ἢ τῇ πόλει οὐκ εὔνους · τοὺς δὲ ἀγγέλλοντας τὰ τοιαῦτα καὶ περιφόβους ὑμᾶς ποιοῦντας τῆς μὲν τόλμης οὐ θαυμάζω , τῆς δὲ ἀξυνεσίας , εἰ μὴ οἴονται ἔνδηλοι εἶναι .
οἱ γὰρ δεδιότες ἰδίᾳ τι βούλονται τὴν πόλιν ἐς ἔκπληξιν καθιστάναι , ὅπως τῷ κοινῷ φόβῳ τὸν σφέτερον ἐπηλυγάζωνται . καὶ νῦν αὗται αἱ ἀγγελίαι τοῦτο δύνανται · οὐκ ἀπὸ ταὐτομάτου , ἐκ δὲ ἀνδρῶν οἵπερ αἰεὶ τάδε κινοῦσι ξύγκεινται .
ὑμεῖς δὲ ἢν εὖ βουλεύησθε , οὐκ ἐξ ὧν οὗτοι ἀγγέλλουσι σκοποῦντες λογιεῖσθε τὰ εἰκότα , ἀλλ’ ἐξ ὧν ἂν ἄνθρωποι δεινοὶ καὶ πολλῶν ἔμπειροι , ὥσπερ ἐγὼ Ἀθηναίους ἀξιῶ , δράσειαν .
οὐ γὰρ αὐτοὺς εἰκὸς Πελοποννησίους τε ὑπολιπόντας καὶ τὸν ἐκεῖ πόλεμον μήπω βεβαίως καταλελυμένους ἐπ’ ἄλλον πόλεμον οὐκ ἐλάσσω ἑκόντας ἐλθεῖν , ἐπεὶ ἔγωγε ἀγαπᾶν οἴομαι αὐτοὺς ὅτι οὐχ ἡμεῖς ἐπ’ ἐκείνους ἐρχόμεθα , πόλεις τοσαῦται καὶ οὕτω μεγάλαι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.