ξυνηθροίζοντο οὖν ἐν τῇ Δοβήρῳ καὶ παρεσκευάζοντο , ὅπως κατὰ κορυφὴν ἐσβαλοῦσιν ἐς τὴν κάτω Μακεδονίαν , ἧς ὁ Περδίκκας ἦρχεν . τῶν
γὰρ Μακεδόνων εἰσὶ καὶ Λυγκησταὶ καὶ Ἐλιμιῶται καὶ ἄλλα ἔθνη ἐπάνωθεν , ἃ ξύμμαχα μέν ἐστι τούτοις καὶ ὑπήκοα , βασιλείας δ’ ἔχει καθ’ αὑτά . τὴν
δὲ παρὰ θάλασσαν νῦν Μακεδονίαν Ἀλέξανδρος ὁ Περδίκκου πατὴρ καὶ οἱ πρόγονοι αὐτοῦ , Τημενίδαι τὸ ἀρχαῖον ὄντες ἐξ Ἄργους , πρῶτοι ἐκτήσαντο καὶ ἐβασίλευσαν ἀναστήσαντες μάχῃ ἐκ μὲν Πιερίας Πίερας , οἳ ὕστερον ὑπὸ τὸ Πάγγαιον πέραν Στρυμόνος ᾤκησαν Φάγρητα καὶ ἄλλα χωρία ( καὶ ἔτι καὶ νῦν Πιερικὸς κόλπος καλεῖται ἡ ὑπὸ τῷ Παγγαίῳ πρὸς θάλασσαν γῆ) , ἐκ δὲ τῆς Βοττίας καλουμένης Βοττιαίους , οἳ νῦν ὅμοροι Χαλκιδέων οἰκοῦσιν · τῆς
δὲ Παιονίας παρὰ τὸν Ἀξιὸν ποταμὸν στενήν τινα καθήκουσαν ἄνωθεν μέχρι Πέλλης καὶ θαλάσσης ἐκτήσαντο , καὶ πέραν Ἀξιοῦ μέχρι Στρυμόνος τὴν Μυγδονίαν καλουμένην Ἠδῶνας ἐξελάσαντες νέμονται . ἀνέστησαν
δὲ καὶ ἐκ τῆς νῦν Ἐορδίας καλουμένης Ἐορδούς , ὧν οἱ μὲν πολλοὶ ἐφθάρησαν , βραχὺ δέ τι αὐτῶν περὶ Φύσκαν κατῴκηται , καὶ ἐξ Ἀλμωπίας Ἄλμωπας . ἐκράτησαν
δὲ καὶ τῶν ἄλλων ἐθνῶν οἱ Μακεδόνες οὗτοι , ἃ καὶ νῦν ἔτι ἔχουσι , τόν τε Ἀνθεμοῦντα καὶ Κρηστωνίαν καὶ Βισαλτίαν καὶ Μακεδόνων αὐτῶν πολλήν . τὸ δὲ ξύμπαν Μακεδονία καλεῖται , καὶ Περδίκκας Ἀλεξάνδρου βασιλεὺς αὐτῶν ἦν ὅτε Σιτάλκης ἐπῄει .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.