οἱ δ’ ἄλλοι Θηβαῖοι , οὓς ἔδει ἔτι τῆς νυκτὸς παραγενέσθαι πανστρατιᾷ , εἴ τι ἄρα μὴ προχωροίη τοῖς ἐσεληλυθόσι , τῆς ἀγγελίας ἅμα καθ’ ὁδὸν αὐτοῖς ῥηθείσης περὶ τῶν γεγενημένων ἐπεβοήθουν . ἀπέχει
δὲ ἡ Πλάταια τῶν Θηβῶν σταδίους ἑβδομήκοντα , καὶ τὸ ὕδωρ τὸ γενόμενον τῆς νυκτὸς ἐποίησε βραδύτερον αὐτοὺς ἐλθεῖν · ὁ γὰρ Ἀσωπὸς ποταμὸς ἐρρύη μέγας καὶ οὐ ῥᾳδίως διαβατὸς ἦν . πορευόμενοί
τε ἐν ὑετῷ καὶ τὸν ποταμὸν μόλις διαβάντες ὕστερον παρεγένοντο , ἤδη τῶν ἀνδρῶν τῶν μὲν διεφθαρμένων , τῶν δὲ ζώντων ἐχομένων . ὡς
δ’ ᾔσθοντο οἱ Θηβαῖοι τὸ γεγενημένον , ἐπεβούλευον τοῖς ἔξω τῆς πόλεως τῶν Πλαταιῶν · ἦσαν γὰρ καὶ ἄνθρωποι κατὰ τοὺς ἀγροὺς καὶ κατασκευή , οἷα ἀπροσδοκήτου κακοῦ ἐν εἰρήνῃ γενομένου · ἐβούλοντο γὰρ σφίσιν , εἴ τινα λάβοιεν , ὑπάρχειν ἀντὶ τῶν ἔνδον , ἢν ἄρα τύχωσί τινες ἐζωγρημένοι . καὶ οἱ μὲν ταῦτα διενοοῦντο , οἱ
δὲ Πλαταιῆς ἔτι διαβουλευομένων αὐτῶν ὑποτοπήσαντες τοιοῦτόν τι ἔσεσθαι καὶ δείσαντες περὶ τοῖς ἔξω κήρυκα ἐξέπεμψαν παρὰ τοὺς Θηβαίους , λέγοντες ὅτι οὔτε τὰ πεποιημένα ὅσια δράσειαν ἐν σπονδαῖς σφῶν πειράσαντες καταλαβεῖν τὴν πόλιν , τά τε ἔξω ἔλεγον αὐτοῖς μὴ ἀδικεῖν · εἰ δὲ μή , καὶ αὐτοὶ ἔφασαν αὐτῶν τοὺς ἄνδρας ἀποκτενεῖν οὓς ἔχουσι ζῶντας · ἀναχωρησάντων δὲ πάλιν ἐκ τῆς γῆς ἀποδώσειν αὐτοῖς τοὺς ἄνδρας . Θηβαῖοι
μὲν ταῦτα λέγουσι καὶ ἐπομόσαι φασὶν αὐτούς · Πλαταιῆς δ’ οὐχ ὁμολογοῦσι τοὺς ἄνδρας εὐθὺς ὑποσχέσθαι ἀποδώσειν , ἀλλὰ λόγων πρῶτον γενομένων ἤν τι ξυμβαίνωσι , καὶ ἐπομόσαι οὔ φασιν . ἐκ
δ’ οὖν τῆς γῆς ἀνεχώρησαν οἱ Θηβαῖοι οὐδὲν ἀδικήσαντες · οἱ δὲ Πλαταιῆς ἐπειδὴ τὰ ἐκ τῆς χώρας κατὰ τάχος ἐσεκομίσαντο , ἀπέκτειναν τοὺς ἄνδρας εὐθύς . ἦσαν δὲ ὀγδοήκοντα καὶ ἑκατὸν οἱ ληφθέντες , καὶ Εὐρύμαχος εἷς αὐτῶν ἦν , πρὸς ὃν ἔπραξαν οἱ προδιδόντες .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.