ἐν γὰρ τῇ Σάμῳ ἐνεωτερίζετο ἤδη τὰ περὶ τὴν ὀλιγαρχίαν , καὶ ξυνέβη τοιάδε γενέσθαι ὑπ’ αὐτὸν τὸν χρόνον τοῦτον ὅνπερ οἱ τετρακόσιοι ξυνίσταντο .
οἱ γὰρ τότε τῶν Σαμίων ἐπαναστάντες τοῖς δυνατοῖς καὶ ὄντες δῆμος μεταβαλλόμενοι αὖθις καὶ πεισθέντες ὑπό τε τοῦ Πεισάνδρου , ὅτε ἦλθε , καὶ τῶν ἐν τῇ Σάμῳ ξυνεστώτων Ἀθηναίων ἐγένοντό τε ἐς τριακοσίους ξυνωμόται καὶ ἔμελλον τοῖς ἄλλοις ὡς δήμῳ ὄντι ἐπιθήσεσθαι .
καὶ Ὑπέρβολόν τέ τινα τῶν Ἀθηναίων , μοχθηρὸν ἄνθρωπον , ὠστρακισμένον οὐ διὰ δυνάμεως καὶ ἀξιώματος φόβον , ἀλλὰ διὰ πονηρίαν καὶ αἰσχύνην τῆς πόλεως , ἀποκτείνουσι μετὰ Χαρμίνου τε ἑνὸς τῶν στρατηγῶν καί τινων τῶν παρὰ σφίσιν Ἀθηναίων , πίστιν διδόντες αὐτοῖς , καὶ ἄλλα μετ’ αὐτῶν τοιαῦτα ξυνέπραξαν , τοῖς τε πλέοσιν ὥρμηντο ἐπιτίθεσθαι .
οἱ δὲ αἰσθόμενοι τῶν τε στρατηγῶν Λέοντι καὶ Διομέδοντι (οὗτοι γὰρ οὐχ ἑκόντες διὰ τὸ τιμᾶσθαι ὑπὸ τοῦ δήμου ἔφερον τὴν ὀλιγαρχίαν) τὸ μέλλον σημαίνουσι καὶ Θρασυβούλῳ καὶ Θρασύλῳ , τῷ μὲν τριηραρχοῦντι , τῷ δὲ ὁπλιτεύοντι , καὶ ἄλλοις οἳ ἐδόκουν αἰεὶ μάλιστα ἐναντιοῦσθαι τοῖς ξυνεστῶσιν · καὶ οὐκ ἠξίουν περιιδεῖν αὐτοὺς σφᾶς τε διαφθαρέντας καὶ Σάμον Ἀθηναίοις ἀλλοτριωθεῖσαν , δι’ ἣν μόνον [μέχρι νῦν ] ἡ ἀρχὴ αὐτοῖς ἐς τοῦτο ξυνέμεινεν .
οἱ δὲ ἀκούσαντες τῶν τε στρατιωτῶν ἕνα ἕκαστον μετῇσαν μὴ ἐπιτρέπειν , καὶ οὐχ ἥκιστα τοὺς Παράλους , ἄνδρας Ἀθηναίους τε καὶ ἐλευθέρους πάντας ἐν τῇ νηὶ πλέοντας καὶ αἰεὶ δήποτε ὀλιγαρχίᾳ καὶ μὴ παρούσῃ ἐπικειμένους · ὅ τε Λέων καὶ ὁ Διομέδων αὐτοῖς ναῦς τινάς , ὁπότε ποι πλέοιεν , κατέλειπον φύλακας .
ὥστε ἐπειδὴ αὐτοῖς ἐπετίθεντο οἱ τριακόσιοι , βοηθησάντων πάντων τούτων , μάλιστα δὲ τῶν Παράλων , περιεγένοντο οἱ τῶν Σαμίων πλέονες , καὶ τριάκοντα μέν τινας ἀπέκτειναν τῶν τριακοσίων , τρεῖς δὲ τοὺς αἰτιωτάτους φυγῇ ἐζημίωσαν · τοῖς δ’ ἄλλοις οὐ μνησικακοῦντες δημοκρατούμενοι τὸ λοιπὸν ξυνεπολίτευον .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.