τοὺς δ’ Ἀθηναίους ἰδόντας ταῦτα γιγνόμενα θάρσος τε ἔλαβε , καὶ ἀπὸ ἑνὸς κελεύσματος ἐμβοήσαντες ἐπ’ αὐτοὺς ὥρμησαν . οἱ δὲ διὰ τὰ ὑπάρχοντα ἁμαρτήματα καὶ τὴν παροῦσαν ἀταξίαν ὀλίγον μὲν χρόνον ὑπέμειναν , ἔπειτα δὲ ἐτράποντο ἐς τὸν Πάνορμον , ὅθενπερ ἀνηγάγοντο . ἐπιδιώκοντες
δὲ οἱ Ἀθηναῖοι τάς τε ἐγγὺς οὔσας μάλιστα ναῦς ἔλαβον ἓξ καὶ τὰς ἑαυτῶν ἀφείλοντο , ἃς ἐκεῖνοι πρὸς τῇ γῇ διαφθείραντες τὸ πρῶτον ἀνεδήσαντο · ἄνδρας τε τοὺς μὲν ἀπέκτειναν , τινὰς δὲ καὶ ἐζώγρησαν . ἐπὶ
δὲ τῆς Λευκαδίας νεώς , ἣ περὶ τὴν ὁλκάδα κατέδυ , Τιμοκράτης ὁ Λακεδαιμόνιος πλέων , ὡς ἡ ναῦς διεφθείρετο , ἔσφαξεν ἑαυτόν , καὶ ἐξέπεσεν ἐς τὸν Ναυπακτίων λιμένα . ἀναχωρήσαντες
δὲ οἱ Ἀθηναῖοι τροπαῖον ἔστησαν , ὅθεν ἀναγαγόμενοι ἐκράτησαν , καὶ τοὺς νεκροὺς καὶ τὰ ναυάγια ὅσα πρὸς τῇ ἑαυτῶν ἦν ἀνείλοντο , καὶ τοῖς ἐναντίοις τὰ ἐκείνων ὑπόσπονδα ἀπέδοσαν . ἔστησαν
δὲ καὶ οἱ Πελοποννήσιοι τροπαῖον ὡς νενικηκότες τῆς τροπῆς , ἃς πρὸς τῇ γῇ διέφθειραν ναῦς · καὶ ἥνπερ ἔλαβον ναῦν , ἀνέθεσαν ἐπὶ τὸ Ῥίον τὸ Ἀχαϊκὸν παρὰ τὸ τροπαῖον . μετὰ
δὲ ταῦτα φοβούμενοι τὴν ἀπὸ τῶν Ἀθηναίων βοήθειαν ὑπὸ νύκτα ἐσέπλευσαν ἐς τὸν κόλπον τὸν Κρισαῖον καὶ Κόρινθον ἅπαντες πλὴν Λευκαδίων . καὶ
οἱ ἐκ τῆς Κρήτης Ἀθηναῖοι ταῖς εἴκοσι ναυσίν , αἷς ἔδει πρὸ τῆς ναυμαχίας τῷ Φορμίωνι παραγενέσθαι , οὐ πολλῷ ὕστερον τῆς ἀναχωρήσεως τῶν νεῶν ἀφικνοῦνται ἐς τὴν Ναύπακτον . καὶ τὸ θέρος ἐτελεύτα .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.