‘περὶ γὰρ τοῦ δικαίου καὶ ἀρετῆς πρῶτον ἄλλως τε καὶ ξυμμαχίας δεόμενοι τοὺς λόγους ποιησόμεθα , εἰδότες οὔτε φιλίαν ἰδιώταις βέβαιον γιγνομένην οὔτε κοινωνίαν πόλεσιν ἐς οὐδέν , εἰ μὴ μετ’ ἀρετῆς δοκούσης ἐς ἀλλήλους γίγνοιντο καὶ τἆλλα ὁμοιότροποι εἶεν · ἐν γὰρ τῷ διαλλάσσοντι τῆς γνώμης καὶ αἱ διαφοραὶ τῶν ἔργων καθίστανται .
ἡμῖν δὲ καὶ Ἀθηναίοις ξυμμαχία ἐγένετο πρῶτον ἀπολιπόντων μὲν ὑμῶν ἐκ τοῦ Μηδικοῦ πολέμου , παραμεινάντων δὲ ἐκείνων πρὸς τὰ ὑπόλοιπα τῶν ἔργων .
ξύμμαχοι μέντοι ἐγενόμεθα οὐκ ἐπὶ καταδουλώσει τῶν Ἑλλήνων Ἀθηναίοις , ἀλλ’ ἐπ᾽ ἐλευθερώσει ἀπὸ τοῦ Μήδου τοῖς Ἕλλησιν .
καὶ μέχρι μὲν ἀπὸ τοῦ ἴσου ἡγοῦντο , προθύμως εἱπόμεθα · ἐπειδὴ δὲ ἑωρῶμεν αὐτοὺς τὴν μὲν τοῦ Μήδου ἔχθραν ἀνιέντας , τὴν δὲ τῶν ξυμμάχων δούλωσιν ἐπαγομένους , οὐκ ἀδεεῖς ἔτι ἦμεν .
ἀδύνατοι δὲ ὄντες καθ’ ἓν γενόμενοι διὰ πολυψηφίαν ἀμύνασθαι οἱ ξύμμαχοι ἐδουλώθησαν πλὴν ἡμῶν καὶ Χίων · ἡμεῖς δὲ αὐτόνομοι δὴ ὄντες καὶ ἐλεύθεροι τῷ ὀνόματι ξυνεστρατεύσαμεν .
καὶ πιστοὺς οὐκέτι εἴχομεν ἡγεμόνας Ἀθηναίους , παραδείγμασι τοῖς προγιγνομένοις χρώμενοι · οὐ γὰρ εἰκὸς ἦν αὐτοὺς οὓς μὲν μεθ’ ἡμῶν ἐνσπόνδους ἐποιήσαντο καταστρέψασθαι , τοὺς δὲ ὑπολοίπους , εἴ ποτε ἄρα ἐδυνήθησαν , μὴ δρᾶσαι τοῦτο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.