‘περὶ μὲν τοῦ ἱεροῦ καὶ τοῦ μαντείου τοῦ Ἀπόλλωνος τοῦ Πυθίου δοκεῖ ἡμῖν χρῆσθαι τὸν βουλόμενον ἀδόλως καὶ ἀδεῶς κατὰ τοὺς πατρίους νόμους . τοῖς
μὲν Λακεδαιμονίοις ταῦτα δοκεῖ καὶ τοῖς ξυμμάχοις τοῖς παροῦσιν · Βοιωτοὺς δὲ καὶ Φωκέας πείσειν φασὶν ἐς δύναμιν προσκηρυκευόμενοι . περὶ
δὲ τῶν χρημάτων τῶν τοῦ θεοῦ ἐπιμέλεσθαι ὅπως τοὺς ἀδικοῦντας ἐξευρήσομεν , ὀρθῶς καὶ δικαίως τοῖς πατρίοις νόμοις χρώμενοι καὶ ὑμεῖς καὶ ἡμεῖς καὶ τῶν ἄλλων οἱ βουλόμενοι , τοῖς πατρίοις νόμοις χρώμενοι πάντες . περὶ
μὲν οὖν τούτων ἔδοξε Λακεδαιμονίοις καὶ τοῖς ἄλλοις ξυμμάχοις κατὰ ταῦτα · τάδε δὲ ἔδοξε Λακεδαιμονίοις καὶ τοῖς ἄλλοις ξυμμάχοις ἐὰν σπονδὰς ποιῶνται οἱ Ἀθηναῖοι , ἐπὶ τῆς αὐτῶν μένειν ἑκατέρους ἔχοντας ἅπερ νῦν ἔχομεν , τοὺς μὲν ἐν τῷ Κορυφασίῳ ἐντὸς τῆς Βουφράδος καὶ τοῦ Τομέως μένοντας , τοὺς δὲ ἐν Κυθήροις μὴ ἐπιμισγομένους ἐς τὴν ξυμμαχίαν , μήτε ἡμᾶς πρὸς αὐτοὺς μήτε αὐτοὺς πρὸς ἡμᾶς , τοὺς δ’ ἐν Νισαίᾳ καὶ Μινῴᾳ μὴ ὑπερβαίνοντας τὴν ὁδὸν τὴν ἀπὸ τῶν πυλῶν τῶν παρὰ τοῦ Νίσου ἐπὶ τὸ Ποσειδώνιον , ἀπὸ δὲ τοῦ Ποσειδωνίου εὐθὺς ἐπὶ τὴν γέφυραν τὴν ἐς Μινῴαν (μηδὲ Μεγαρέας καὶ τοὺς ξυμμάχους ὑπερβαίνειν τὴν ὁδὸν ταύτην ) καὶ τὴν νῆσον , ἥνπερ ἔλαβον οἱ Ἀθηναῖοι , ἔχοντας , μηδὲ ἐπιμισγομένους μηδετέρους μηδετέρωσε , καὶ τὰ ἐν Τροιζῆνι , ὅσαπερ νῦν ἔχουσι , καθ’ ἃ ξυνέθεντο πρὸς Ἀθηναίους · καὶ
τῇ θαλάσσῃ χρωμένους , ὅσα ἂν κατὰ τὴν ἑαυτῶν καὶ κατὰ τὴν ξυμμαχίαν , Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους πλεῖν μὴ μακρᾷ νηί , ἄλλῳ δὲ κωπήρει πλοίῳ , ἐς πεντακόσια τάλαντα ἄγοντι μέτρα . κήρυκι
δὲ καὶ πρεσβείᾳ καὶ ἀκολούθοις , ὁπόσοις ἂν δοκῇ , περὶ καταλύσεως τοῦ πολέμου καὶ δικῶν ἐς Πελοπόννησον καὶ Ἀθήναζε σπονδὰς εἶναι ἰοῦσι καὶ ἀπιοῦσι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν . τοὺς
δὲ αὐτομόλους μὴ δέχεσθαι ἐν τούτῳ τῷ χρόνῳ , μήτε ἐλεύθερον μήτε δοῦλον , μήτε ὑμᾶς μήτε ἡμᾶς . δίκας
τε διδόναι ὑμᾶς τε ἡμῖν καὶ ἡμᾶς ὑμῖν κατὰ τὰ πάτρια , τὰ ἀμφίλογα δίκῃ διαλύοντας ἄνευ πολέμου . τοῖς
μὲν Λακεδαιμονίοις καὶ τοῖς ξυμμάχοις ταῦτα δοκεῖ · εἰ δέ τι ὑμῖν εἴτε κάλλιον εἴτε δικαιότερον τούτων δοκεῖ εἶναι , ἰόντες ἐς Λακεδαίμονα διδάσκετε · οὐδενὸς γὰρ ἀποστήσονται , ὅσα ἂν δίκαια λέγητε , οὔτε οἱ Λακεδαιμόνιοι οὔτε οἱ ξύμμαχοι . οἱ
δὲ ἰόντες τέλος ἔχοντες ἰόντων , ᾗπερ καὶ ὑμεῖς ἡμᾶς κελεύετε . αἱ δὲ σπονδαὶ ἐνιαυτὸν ἔσονται . ‘ἔδοξεν
τῷ δήμῳ . Ἀκαμαντὶς ἐπρυτάνευε , Φαίνιππος ἐγραμμάτευε , Νικιάδης ἐπεστάτει . Λάχης εἶπε , τύχῃ ἀγαθῇ τῇ Ἀθηναίων , ποιεῖσθαι τὴν ἐκεχειρίαν καθ’ ἃ ξυγχωροῦσι Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι αὐτῶν καὶ ὡμολόγησαν ἐν τῷ δήμῳ · τὴν
〈δ᾽〉 ἐκεχειρίαν εἶναι ἐνιαυτόν , ἄρχειν δὲ τήνδε τὴν ἡμέραν , τετράδα ἐπὶ δέκα τοῦ Ἐλαφηβολιῶνος μηνός . ἐν
τούτῳ τῷ χρόνῳ ἰόντας ὡς ἀλλήλους πρέσβεις καὶ κήρυκας ποιεῖσθαι τοὺς λόγους , καθ᾽ ὅτι ἔσται ἡ κατάλυσις τοῦ πολέμου . ἐκκλησίαν
δὲ ποιήσαντας τοὺς στρατηγοὺς καὶ τοὺς πρυτάνεις πρῶτον περὶ τῆς εἰρήνης ... βουλεύσασθαι Ἀθηναίους καθ’ ὅτι ἂν ἐσίῃ ἡ πρεσβεία περὶ τῆς καταλύσεως τοῦ πολέμου . σπείσασθαι δὲ αὐτίκα μάλα τὰς πρεσβείας ἐν τῷ δήμῳ τὰς παρούσας ἦ μὴν ἐμμενεῖν ἐν ταῖς σπονδαῖς τὸν ἐνιαυτόν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.