οἱ δ’ ἐκ τῶν Ἀθηνῶν πρέσβεις ὡς οὐδὲν ἦλθον πράξαντες , ἐς πόλεμον καθίσταντο οἱ Μυτιληναῖοι καὶ ἡ ἄλλη Λέσβος πλὴν Μηθύμνης · οὗτοι δὲ τοῖς Ἀθηναίοις ἐβεβοηθήκεσαν , καὶ Ἴμβριοι καὶ Λήμνιοι καὶ τῶν ἄλλων ὀλίγοι τινὲς ξυμμάχων . καὶ
ἔξοδον μέν τινα πανδημεὶ ἐποιήσαντο οἱ Μυτιληναῖοι ἐπὶ τὸ τῶν Ἀθηναίων στρατόπεδον , καὶ μάχη ἐγένετο , ἐν ᾗ οὐκ ἔλασσον ἔχοντες οἱ Μυτιληναῖοι οὔτε ἐπηυλίσαντο οὔτε ἐπίστευσαν σφίσιν αὐτοῖς , ἀλλ’ ἀνεχώρησαν · ἔπειτα οἱ μὲν ἡσύχαζον , ἐκ Πελοποννήσου καὶ μετ’ ἄλλης παρασκευῆς βουλόμενοι εἰ προσγένοιτό τι κινδυνεύειν · καὶ γὰρ αὐτοῖς Μελέας Λάκων ἀφικνεῖται καὶ Ἑρμαιώνδας Θηβαῖος , οἳ προαπεστάλησαν μὲν τῆς ἀποστάσεως , φθάσαι δὲ οὐ δυνάμενοι τὸν τῶν Ἀθηναίων ἐπίπλουν κρύφα μετὰ τὴν μάχην ὕστερον ἐσπλέουσι τριήρει , καὶ παρῄνουν πέμπειν τριήρη ἄλλην καὶ πρέσβεις μεθ’ ἑαυτῶν · καὶ ἐκπέμπουσιν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.