τεκμήριον δὲ ὡς οὐ πολεμίως ἐπράσσομεν · οὔτε γὰρ ἠδικήσαμεν οὐδένα , προείπομέν τε τὸν βουλόμενον κατὰ τὰ τῶν πάντων Βοιωτῶν πάτρια πολιτεύειν ἰέναι πρὸς ἡμᾶς . καὶ
ὑμεῖς ἄσμενοι χωρήσαντες καὶ ξύμβασιν ποιησάμενοι τὸ μὲν πρῶτον ἡσυχάζετε , ὕστερον δὲ κατανοήσαντες ἡμᾶς ὀλίγους ὄντας , εἰ ἄρα καὶ ἐδοκοῦμέν τι ἀνεπιεικέστερον πρᾶξαι οὐ μετὰ τοῦ πλήθους ὑμῶν ἐσελθόντες , τὰ μὲν ὁμοῖα οὐκ ἀνταπέδοτε ἡμῖν , μήτε νεωτερίσαι ἔργῳ λόγοις τε πείθειν ὥστε ἐξελθεῖν , ἐπιθέμενοι δὲ παρὰ τὴν ξύμβασιν , οὓς μὲν ἐν χερσὶν ἀπεκτείνατε , οὐχ ὁμοίως ἀλγοῦμεν (κατὰ νόμον γὰρ δή τινα ἔπασχον) , οὓς δὲ χεῖρας προϊσχομένους καὶ ζωγρήσαντες ὑποσχόμενοί τε ἡμῖν ὕστερον μὴ κτενεῖν παρανόμως διεφθείρατε , πῶς οὐ δεινὰ εἴργασθε ; καὶ
ταῦτα τρεῖς ἀδικίας ἐν ὀλίγῳ πράξαντες , τήν τε λυθεῖσαν ὁμολογίαν καὶ τῶν ἀνδρῶν τὸν ὕστερον θάνατον καὶ τὴν περὶ αὐτῶν ἡμῖν μὴ κτενεῖν ψευσθεῖσαν ὑπόσχεσιν , ἢν τὰ ἐν τοῖς ἀγροῖς ὑμῖν μὴ ἀδικῶμεν , ὅμως φατὲ ἡμᾶς παρανομῆσαι καὶ αὐτοὶ ἀξιοῦτε μὴ ἀντιδοῦναι δίκην . οὔκ , ἤν γε οὗτοι τὰ ὀρθὰ γιγνώσκωσιν · πάντων δὲ αὐτῶν ἕνεκα κολασθήσεσθε .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.