‘βουλεύεσθε οὖν βραδέως ὡς οὐ περὶ βραχέων , καὶ μὴ ἀλλοτρίαις γνώμαις καὶ ἐγκλήμασι πεισθέντες οἰκεῖον πόνον πρόσθησθε . τοῦ δὲ πολέμου τὸν παράλογον , ὅσος ἐστί , πρὶν ἐν αὐτῷ γενέσθαι προδιάγνωτε ·
μηκυνόμενος γὰρ φιλεῖ ἐς τύχας τὰ πολλὰ περιίστασθαι , ὧν ἴσον τε ἀπέχομεν καὶ ὁποτέρως ἔσται ἐν ἀδήλῳ κινδυνεύεται .
ἰόντες τε οἱ ἄνθρωποι ἐς τοὺς πολέμους τῶν ἔργων πρότερον ἔχονται , ἃ χρῆν ὕστερον δρᾶν , κακοπαθοῦντες δὲ ἤδη τῶν λόγων ἅπτονται .
ἡμεῖς δὲ ἐν οὐδεμιᾷ πω τοιαύτῃ ἁμαρτίᾳ ὄντες οὔτ’ αὐτοὶ οὔθ’ ὑμᾶς ὁρῶντες λέγομεν ὑμῖν , ἕως ἔτι αὐθαίρετος ἀμφοτέροις ἡ εὐβουλία , σπονδὰς μὴ λύειν μηδὲ παραβαίνειν τοὺς ὅρκους , τὰ δὲ διάφορα δίκῃ λύεσθαι κατὰ τὴν ξυνθήκην . εἰ δὲ μή , θεοὺς τοὺς ὁρκίους μάρτυρας ποιούμενοι πειρασόμεθα ἀμύνεσθαι πολέμου ἄρχοντας ταύτῃ ᾗ ἂν ὑφηγῆσθε . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.