ἐς δὲ τὰς Ἀθήνας ἐπειδὴ ἠγγέλθη , ἐπὶ πολὺ μὲν ἠπίστουν καὶ τοῖς πάνυ τῶν στρατιωτῶν ἐξ αὐτοῦ τοῦ ἔργου διαπεφευγόσι καὶ σαφῶς ἀγγέλλουσι , μὴ οὕτω γε ἄγαν πανσυδὶ διεφθάρθαι · ἐπειδὴ δὲ ἔγνωσαν , χαλεποὶ μὲν ἦσαν τοῖς ξυμπροθυμηθεῖσι τῶν ῥητόρων τὸν ἔκπλουν , ὥσπερ οὐκ αὐτοὶ ψηφισάμενοι , ὠργίζοντο δὲ καὶ τοῖς χρησμολόγοις τε καὶ μάντεσι καὶ ὁπόσοι τι τότε αὐτοὺς θειάσαντες ἐπήλπισαν ὡς λήψονται Σικελίαν .
πάντα δὲ πανταχόθεν αὐτοὺς ἐλύπει τε καὶ περιειστήκει ἐπὶ τῷ γεγενημένῳ φόβος τε καὶ κατάπληξις μεγίστη δή . ἅμα μὲν γὰρ στερόμενοι καὶ ἰδίᾳ ἕκαστος καὶ ἡ πόλις ὁπλιτῶν τε πολλῶν καὶ ἱππέων καὶ ἡλικίας οἵαν οὐχ ἑτέραν ἑώρων ὑπάρχουσαν ἐβαρύνοντο · ἅμα δὲ ναῦς οὐχ ὁρῶντες ἐν τοῖς νεωσοίκοις ἱκανὰς οὐδὲ χρήματα ἐν τῷ κοινῷ οὐδ’ ὑπηρεσίας ταῖς ναυσὶν ἀνέλπιστοι ἦσαν ἐν τῷ παρόντι σωθήσεσθαι , τούς τε ἀπὸ τῆς Σικελίας πολεμίους εὐθὺς σφίσιν ἐνόμιζον τῷ ναυτικῷ ἐπὶ τὸν Πειραιᾶ πλευσεῖσθαι , ἄλλως τε καὶ τοσοῦτον κρατήσαντας , καὶ τοὺς αὐτόθεν πολεμίους τότε δὴ καὶ διπλασίως πάντα παρεσκευασμένους κατὰ κράτος ἤδη καὶ ἐκ γῆς καὶ ἐκ θαλάσσης ἐπικείσεσθαι , καὶ τοὺς ξυμμάχους σφῶν μετ᾽ αὐτῶν ἀποστάντας .
ὅμως δὲ ὡς ἐκ τῶν ὑπαρχόντων ἐδόκει χρῆναι μὴ ἐνδιδόναι , ἀλλὰ παρασκευάζεσθαι καὶ ναυτικόν , ὅθεν ἂν δύνωνται ξύλα ξυμπορισαμένους , καὶ χρήματα , καὶ τὰ τῶν ξυμμάχων ἐς ἀσφάλειαν ποιεῖσθαι , καὶ μάλιστα τὴν Εὔβοιαν , τῶν τε κατὰ τὴν πόλιν τι ἐς εὐτέλειαν σωφρονίσαι , καὶ ἀρχήν τινα πρεσβυτέρων ἀνδρῶν ἑλέσθαι , οἵτινες περὶ τῶν παρόντων ὡς ἂν καιρὸς ᾖ προβουλεύσουσιν .
πάντα τε πρὸς τὸ παραχρῆμα περιδεές , ὅπερ φιλεῖ δῆμος ποιεῖν , ἑτοῖμοι ἦσαν εὐτακτεῖν . καὶ ὡς ἔδοξεν αὐτοῖς , καὶ ἐποίουν ταῦτα , καὶ τὸ θέρος ἐτελεύτα .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.