οἱ δὲ Συρακόσιοι ἐν τούτῳ πυνθανόμενοι αὐτῶν τὸν ἐπίπλουν αὖθις ταῖς ναυσὶν ἀποπειρᾶσαι ἐβούλοντο καὶ τῇ ἄλλῃ παρασκευῇ τοῦ πεζοῦ , ἥνπερ ἐπ’ αὐτὸ τοῦτο πρὶν ἐλθεῖν αὐτοὺς φθάσαι βουλόμενοι ξυνέλεγον .
παρεσκευάσαντο δὲ τό τε ἄλλο ναυτικὸν ὡς ἐκ τῆς προτέρας ναυμαχίας τι πλέον ἐνεῖδον σχήσοντες , καὶ τὰς πρῴρας τῶν νεῶν ξυντεμόντες ἐς ἔλασσον στεριφωτέρας ἐποίησαν , καὶ τὰς ἐπωτίδας ἐπέθεσαν ταῖς πρῴραις παχείας , καὶ ἀντηρίδας ἀπ’ αὐτῶν ὑπέτειναν πρὸς τοὺς τοίχους ὡς ἐπὶ ἓξ πήχεις ἐντός τε καὶ ἔξωθεν · ᾧπερ τρόπῳ καὶ οἱ Κορίνθιοι πρὸς τὰς ἐν τῇ Ναυπάκτῳ ναῦς ἐπισκευασάμενοι πρῴραθεν ἐναυμάχουν .
ἐνόμισαν γὰρ οἱ Συρακόσιοι πρὸς τὰς τῶν Ἀθηναίων ναῦς οὐχ ὁμοίως ἀντινεναυπηγημένας , ἀλλὰ λεπτὰ τὰ πρῴραθεν ἐχούσας διὰ τὸ μὴ ἀντιπρῴροις μᾶλλον αὐτοὺς ἢ ἐκ περίπλου ταῖς ἐμβολαῖς χρῆσθαι , οὐκ ἔλασσον σχήσειν , καὶ τὴν ἐν τῷ μεγάλῳ λιμένι ναυμαχίαν , οὐκ ἐν πολλῷ πολλαῖς ναυσὶν οὖσαν , πρὸς ἑαυτῶν ἔσεσθαι · ἀντιπρῴροις γὰρ ταῖς ἐμβολαῖς χρώμενοι ἀναρρήξειν τὰ πρῴραθεν αὐτοῖς , στερίφοις καὶ παχέσι πρὸς κοῖλα καὶ ἀσθενῆ παίοντες τοῖς ἐμβόλοις .
τοῖς δὲ Ἀθηναίοις οὐκ ἔσεσθαι σφῶν ἐν στενοχωρίᾳ οὔτε περίπλουν οὔτε διέκπλουν , ᾧπερ τῆς τέχνης μάλιστα ἐπίστευον · αὐτοὶ γὰρ κατὰ τὸ δυνατὸν τὸ μὲν οὐ δώσειν διεκπλεῖν , τὸ δὲ τὴν στενοχωρίαν κωλύσειν ὥστε μὴ περιπλεῖν .
τῇ τε πρότερον ἀμαθίᾳ τῶν κυβερνητῶν δοκούσῃ εἶναι , τὸ ἀντίπρῳρον ξυγκροῦσαι , μάλιστ᾽ ἂν αὐτοὶ χρήσασθαι · πλεῖστον γὰρ ἐν αὐτῷ σχήσειν · τὴν γὰρ ἀνάκρουσιν οὐκ ἔσεσθαι τοῖς Ἀθηναίοις ἐξωθουμένοις ἄλλοσε ἢ ἐς τὴν γῆν , καὶ ταύτην δι’ ὀλίγου καὶ ἐς ὀλίγον , κατ᾽ αὐτὸ τὸ στρατόπεδον τὸ ἑαυτῶν · τοῦ δ’ ἄλλου λιμένος αὐτοὶ κρατήσειν , καὶ ξυμφερομένους αὐτούς , ἤν πῃ βιάζωνται ,
ἐς ὀλίγον τε καὶ πάντας ἐς τὸ αὐτό , προσπίπτοντας ἀλλήλοις ταράξεσθαι ( ὅπερ καὶ ἔβλαπτε μάλιστα τοὺς Ἀθηναίους ἐν ἁπάσαις ταῖς ναυμαχίαις , οὐκ οὔσης αὐτοῖς ἐς πάντα τὸν λιμένα τῆς ἀνακρούσεως , ὥσπερ τοῖς Συρακοσίοις) · περιπλεῦσαι δὲ ἐς τὴν εὐρυχωρίαν , σφῶν ἐχόντων τὴν ἐπίπλευσιν ἀπὸ τοῦ πελάγους τε καὶ ἀνάκρουσιν , οὐ δυνήσεσθαι αὐτούς , ἄλλως τε καὶ τοῦ Πλημμυρίου πολεμίου τε αὐτοῖς ἐσομένου καὶ τοῦ στόματος οὐ μεγάλου ὄντος τοῦ λιμένος .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.