δυνατώτατα γὰρ ταῦτα τῶν ναυτικῶν ἦν . φαίνεται δὲ καὶ ταῦτα πολλαῖς γενεαῖς ὕστερα γενόμενα τῶν Τρωικῶν τριήρεσι μὲν ὀλίγαις χρώμενα , πεντηκοντόροις δ’ ἔτι καὶ πλοίοις μακροῖς ἐξηρτυμένα ὥσπερ ἐκεῖνα .
ὀλίγον τε πρὸ τῶν Μηδικῶν καὶ τοῦ Δαρείου θανάτου , ὃς μετὰ Καμβύσην Περσῶν ἐβασίλευσε , τριήρεις περί τε Σικελίαν τοῖς τυράννοις ἐς πλῆθος ἐγένοντο καὶ Κερκυραίοις · ταῦτα γὰρ τελευταῖα πρὸ τῆς Ξέρξου στρατείας ναυτικὰ ἀξιόλογα ἐν τῇ Ἑλλάδι κατέστη .
Αἰγινῆται γὰρ καὶ Ἀθηναῖοι , καὶ εἴ τινες ἄλλοι , βραχέα ἐκέκτηντο , καὶ τούτων τὰ πολλὰ πεντηκοντόρους · ὀψέ τε ἀφ’ οὗ Ἀθηναίους Θεμιστοκλῆς ἔπεισεν Αἰγινήταις πολεμοῦντας , καὶ ἅμα τοῦ βαρβάρου προσδοκίμου ὄντος , τὰς ναῦς ποιήσασθαι αἷσπερ καὶ ἐναυμάχησαν · καὶ αὗται οὔπω εἶχον διὰ πάσης καταστρώματα .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.