τάξις μὲν ἥδε καὶ παρασκευὴ ἀμφοτέρων ἦν , τὸ δὲ στρατόπεδον τῶν Λακεδαιμονίων μεῖζον ἐφάνη .
ἀριθμὸν δὲ γράψαι ἢ καθ’ ἑκάστους ἑκατέρων ἢ ξύμπαντας οὐκ ἂν ἐδυνάμην ἀκριβῶς · τὸ μὲν γὰρ Λακεδαιμονίων πλῆθος διὰ τῆς πολιτείας τὸ κρυπτὸν ἠγνοεῖτο , τῶν δ’ αὖ διὰ τὸ ἀνθρώπειον κομπῶδες ἐς τὰ οἰκεῖα πλήθη ἠπιστεῖτο . ἐκ μέντοι τοιοῦδε λογισμοῦ ἔξεστί τῳ σκοπεῖν τὸ Λακεδαιμονίων τότε παραγενόμενον πλῆθος .
λόχοι μὲν γὰρ ἐμάχοντο ἑπτὰ ἄνευ Σκιριτῶν ὄντων ἑξακοσίων , ἐν δὲ ἑκάστῳ λόχῳ πεντηκοστύες ἦσαν τέσσαρες , καὶ ἐν τῇ πεντηκοστύι ἐνωμοτίαι τέσσαρες . τῆς τε ἐνωμοτίας ἐμάχοντο ἐν τῷ πρώτῳ ζυγῷ τέσσαρες · ἐπὶ δὲ βάθος ἐτάξαντο μὲν οὐ πάντες ὁμοίως , ἀλλ᾽ ὡς λοχαγὸς ἕκαστος ἐβούλετο , ἐπὶ πᾶν δὲ κατέστησαν ἐπὶ ὀκτώ . παρὰ δὲ ἅπαν πλὴν Σκιριτῶν τετρακόσιοι καὶ δυοῖν δέοντες πεντήκοντα ἄνδρες ἡ πρώτη τάξις ἦν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.