τοῦ δ’ αὐτοῦ χειμῶνος Βρασίδας ἔχων τοὺς ἐπὶ Θρᾴκης ξυμμάχους ἐστράτευσεν ἐς Ἀμφίπολιν τὴν ἐπὶ Στρυμόνι ποταμῷ Ἀθηναίων ἀποικίαν .
τὸ δὲ χωρίον τοῦτο ἐφ’ οὗ νῦν ἡ πόλις ἐστὶν ἐπείρασε μὲν πρότερον καὶ Ἀρισταγόρας ὁ Μιλήσιος φεύγων βασιλέα Δαρεῖον κατοικίσαι , ἀλλὰ ὑπὸ Ἠδώνων ἐξεκρούσθη , ἔπειτα δὲ καὶ οἱ Ἀθηναῖοι ἔτεσι δύο καὶ τριάκοντα ὕστερον , ἐποίκους μυρίους σφῶν τε αὐτῶν καὶ τῶν ἄλλων τὸν βουλόμενον πέμψαντες , οἳ διεφθάρησαν ἐν Δραβήσκῳ ὑπὸ Θρᾳκῶν .
καὶ αὖθις ἑνὸς δέοντι τριακοστῷ ἔτει ἐλθόντες οἱ Ἀθηναῖοι , Ἅγνωνος τοῦ Νικίου οἰκιστοῦ ἐκπεμφθέντος , Ἠδῶνας ἐξελάσαντες ἔκτισαν τὸ χωρίον τοῦτο , ὅπερ πρότερον Ἐννέα ὁδοὶ ἐκαλοῦντο .
ὡρμῶντο δὲ ἐκ τῆς Ἠιόνος , ἣν αὐτοὶ εἶχον ἐμπόριον ἐπὶ τῷ στόματι τοῦ ποταμοῦ ἐπιθαλάσσιον , πέντε καὶ εἴκοσι σταδίους ἀπέχον ἀπὸ τῆς νῦν πόλεως , ἣν Ἀμφίπολιν Ἅγνων ὠνόμασεν , ὅτι ἐπ’ ἀμφότερα περιρρέοντος τοῦ Στρυμόνος [διὰ τὸ περιέχειν αὐτὴν ] τείχει μακρῷ ἀπολαβὼν ἐκ ποταμοῦ ἐς ποταμὸν περιφανῆ ἐς θάλασσάν τε καὶ τὴν ἤπειρον ᾤκισεν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.