‘οὐ μὴν οὐδὲ ἀναισθήτως αὐτοὺς κελεύω τούς τε ξυμμάχους ἡμῶν ἐᾶν βλάπτειν καὶ ἐπιβουλεύοντας μὴ καταφωρᾶν , ἀλλὰ ὅπλα μὲν μήπω κινεῖν , πέμπειν δὲ καὶ αἰτιᾶσθαι μήτε πόλεμον ἄγαν δηλοῦντας μήθ’ ὡς ἐπιτρέψομεν , κἀν τούτῳ καὶ τὰ ἡμέτερ’ αὐτῶν ἐξαρτύεσθαι ξυμμάχων τε προσαγωγῇ καὶ Ἑλλήνων καὶ βαρβάρων , εἴ ποθέν τινα ἢ ναυτικοῦ ἢ χρημάτων δύναμιν προσληψόμεθα (ἀνεπίφθονον δέ , ὅσοι ὥσπερ καὶ ἡμεῖς ὑπ’ Ἀθηναίων ἐπιβουλευόμεθα , μὴ Ἕλληνας μόνον , ἀλλὰ καὶ βαρβάρους προσλαβόντας διασωθῆναι) , καὶ τὰ αὑτῶν ἅμα ἐκποριζώμεθα .
καὶ ἢν μὲν ἐσακούωσί τι πρεσβευομένων ἡμῶν , ταῦτα ἄριστα · ἢν δὲ μή , διελθόντων ἐτῶν δύο καὶ τριῶν ἄμεινον ἤδη , ἢν δοκῇ , πεφραγμένοι ἴμεν ἐπ’ αὐτούς .
καὶ ἴσως ὁρῶντες ἡμῶν ἤδη τήν τε παρασκευὴν καὶ τοὺς λόγους αὐτῇ ὁμοῖα ὑποσημαίνοντας μᾶλλον ἂν εἴκοιεν , καὶ γῆν ἔτι ἄτμητον ἔχοντες καὶ περὶ παρόντων ἀγαθῶν καὶ οὔπω ἐφθαρμένων βουλευόμενοι .
μὴ γὰρ ἄλλο τι νομίσητε τὴν γῆν αὐτῶν ἢ ὅμηρον ἔχειν καὶ οὐχ ἧσσον ὅσῳ ἄμεινον ἐξείργασται · ἧς φείδεσθαι χρὴ ὡς ἐπὶ πλεῖστον , καὶ μὴ ἐς ἀπόνοιαν καταστήσαντας αὐτοὺς ἀληπτοτέρους ἔχειν .
εἰ γὰρ ἀπαράσκευοι τοῖς τῶν ξυμμάχων ἐγκλήμασιν ἐπειχθέντες τεμοῦμεν αὐτήν , ὁρᾶτε ὅπως μὴ αἴσχιον καὶ ἀπορώτερον τῇ Πελοποννήσῳ πράξομεν .
ἐγκλήματα μὲν γὰρ καὶ πόλεων καὶ ἰδιωτῶν οἷόν τε καταλῦσαι · πόλεμον δὲ ξύμπαντας ἀραμένους ἕνεκα τῶν ἰδίων , ὃν οὐχ ὑπάρχει εἰδέναι καθ’ ὅτι χωρήσει , οὐ ῥᾴδιον εὐπρεπῶς θέσθαι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.