‘ἡ μὲν ἔκπεμψίς μου καὶ τῆς στρατιᾶς ὑπὸ Λακεδαιμονίων , ὦ Ἀκάνθιοι , γεγένηται τὴν αἰτίαν ἐπαληθεύουσα ἣν ἀρχόμενοι τοῦ πολέμου προείπομεν , Ἀθηναίοις ἐλευθεροῦντες τὴν Ἑλλάδα πολεμήσειν ·
εἰ δὲ χρόνῳ ἐπήλθομεν , σφαλέντες τῆς ἀπὸ τοῦ ἐκεῖ πολέμου δόξης , ᾗ διὰ τάχους αὐτοὶ ἄνευ τοῦ ὑμετέρου κινδύνου ἠλπίσαμεν Ἀθηναίους καθαιρήσειν , μηδεὶς μεμφθῇ · νῦν γάρ , ὅτε παρέσχεν , ἀφιγμένοι καὶ μετὰ ὑμῶν πειρασόμεθα κατεργάζεσθαι αὐτούς .
θαυμάζω δὲ τῇ τε ἀποκλῄσει μου τῶν πυλῶν , καὶ εἰ μὴ ἀσμένοις ὑμῖν ἀφῖγμαι .
ἡμεῖς μὲν γὰρ οἱ Λακεδαιμόνιοι οἰόμενοί τε παρὰ ξυμμάχους , καὶ πρὶν ἔργῳ ἀφικέσθαι , τῇ γοῦν γνώμῃ ἥξειν καὶ βουλομένοις ἔσεσθαι , κίνδυνόν [τε] τοσόνδε ἀνερρίψαμεν διὰ τῆς ἀλλοτρίας πολλῶν ἡμερῶν ὁδὸν ἰόντες καὶ πᾶν τὸ πρόθυμον παρεχόμενοι ·
ὑμεῖς δὲ εἴ τι ἄλλο ἐν νῷ ἔχετε ἢ εἰ ἐναντιώσεσθε τῇ τε ὑμετέρᾳ αὐτῶν ἐλευθερίᾳ καὶ τῶν ἄλλων Ἑλλήνων , δεινὸν ἂν εἴη .
καὶ γὰρ οὐ μόνον ὅτι αὐτοὶ ἀνθίστασθε , ἀλλὰ καὶ οἷς ἂν ἐπίω , ἧσσόν τις ἐμοὶ πρόσεισι , δυσχερὲς ποιούμενοι εἰ ἐπὶ οὓς πρῶτον ἦλθον ὑμᾶς , καὶ πόλιν ἀξιόχρεων παρεχομένους καὶ ξύνεσιν δοκοῦντας ἔχειν , μὴ ἐδέξασθε · καὶ τὴν αἰτίαν οὐχ ἕξω πιστὴν ἀποδεικνύναι , ἀλλ᾽ ἢ ἄδικον τὴν ἐλευθερίαν ἐπιφέρειν ἢ ἀσθενὴς καὶ ἀδύνατος τιμωρῆσαι τὰ πρὸς Ἀθηναίους , ἢν ἐπίωσιν , ἀφῖχθαι .
καίτοι στρατιᾷ γε τῇδ’ ἣν νῦν [ἐγὼ] ἔχω ἐπὶ Νίσαιαν ἐμοῦ βοηθήσαντος οὐκ ἠθέλησαν Ἀθηναῖοι πλέονες ὄντες προσμεῖξαι , ὥστε οὐκ εἰκὸς νηίτῃ γε αὐτοὺς τῷ ἐν Νισαίᾳ στρατῷ ἴσον πλῆθος ἐφ’ ὑμᾶς ἀποστεῖλαι .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.