τοιαῦτα λέξας ἐπεψήφιζεν αὐτὸς ἔφορος ὢν ἐς τὴν ἐκκλησίαν τῶν Λακεδαιμονίων .
ὁ δέ (κρίνουσι γὰρ βοῇ καὶ οὐ ψήφῳ ) οὐκ ἔφη διαγιγνώσκειν τὴν βοὴν ὁποτέρα μείζων , ἀλλὰ βουλόμενος αὐτοὺς φανερῶς ἀποδεικνυμένους τὴν γνώμην ἐς τὸ πολεμεῖν μᾶλλον ὁρμῆσαι ἔλεξεν ‘ ὅτῳ μὲν ὑμῶν , ὦ Λακεδαιμόνιοι , δοκοῦσι λελύσθαι αἱ σπονδαὶ καὶ οἱ Ἀθηναῖοι ἀδικεῖν , ἀναστήτω ἐς ἐκεῖνο τὸ χωρίον , ’ δείξας τι χωρίον αὐτοῖς , ‘ὅτῳ δὲ μὴ δοκοῦσιν , ἐς τὰ ἐπὶ θάτερα . ’ ἀναστάντες δὲ διέστησαν ,
καὶ πολλῷ πλείους ἐγένοντο οἷς ἐδόκουν αἱ σπονδαὶ λελύσθαι .
προσκαλέσαντές τε τοὺς ξυμμάχους εἶπον ὅτι σφίσι μὲν δοκοῖεν ἀδικεῖν οἱ Ἀθηναῖοι , βούλεσθαι δὲ καὶ τοὺς πάντας ξυμμάχους παρακαλέσαντες ψῆφον ἐπαγαγεῖν , ὅπως κοινῇ βουλευσάμενοι τὸν πόλεμον ποιῶνται , ἢν δοκῇ .
καὶ οἱ μὲν ἀπεχώρησαν ἐπ’ οἴκου διαπραξάμενοι ταῦτα , καὶ οἱ Ἀθηναίων πρέσβεις ὕστερον ἐφ’ ἅπερ ἦλθον χρηματίσαντες ·
ἡ δὲ διαγνώμη αὕτη τῆς ἐκκλησίας , τοῦ τὰς σπονδὰς λελύσθαι , ἐγένετο ἐν τῷ τετάρτῳ καὶ δεκάτῳ ἔτει τῶν τριακοντουτίδων σπονδῶν προκεχωρηκυιῶν , αἳ ἐγένοντο μετὰ τὰ Εὐβοϊκά .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.