‘Ἀλκίδα καὶ Πελοποννησίων ὅσοι πάρεσμεν ἄρχοντες τῆς στρατιᾶς , ἐμοὶ δοκεῖ πλεῖν ἡμᾶς ἐπὶ Μυτιλήνην πρὶν ἐκπύστους γενέσθαι , ὥσπερ ἔχομεν .
κατὰ γὰρ τὸ εἰκὸς ἀνδρῶν νεωστὶ πόλιν ἐχόντων πολὺ τὸ ἀφύλακτον εὑρήσομεν , κατὰ μὲν θάλασσαν καὶ πάνυ , ᾗ ἐκεῖνοί τε ἀνέλπιστοι ἐπιγενέσθαι ἄν τινα σφίσι πολέμιον καὶ ἡμῶν ἡ ἀλκὴ τυγχάνει μάλιστα οὖσα · εἰκὸς δὲ καὶ τὸ πεζὸν αὐτῶν κατ’ οἰκίας ἀμελέστερον ὡς κεκρατηκότων διεσπάρθαι .
εἰ οὖν προσπέσοιμεν ἄφνω τε καὶ νυκτός , ἐλπίζω μετὰ τῶν ἔνδον , εἴ τις ἄρα ἡμῖν ἐστὶν ὑπόλοιπος εὔνους , καταληφθῆναι ἂν τὰ πράγματα .
καὶ μὴ ἀποκνήσωμεν τὸν κίνδυνον , νομίσαντες οὐκ ἄλλο τι εἶναι τὸ κενὸν τοῦ πολέμου ἢ τὸ τοιοῦτον , ὃ εἴ τις στρατηγὸς ἔν τε αὑτῷ φυλάσσοιτο καὶ τοῖς πολεμίοις ἐνορῶν ἐπιχειροίη , πλεῖστ’ ἂν ὀρθοῖτο . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.