‘καὶ ταῦτα ἡ ἐμὴ νεότης καὶ ἄνοια παρὰ φύσιν δοκοῦσα εἶναι ἐς τὴν Πελοποννησίων δύναμιν λόγοις τε πρέπουσιν ὡμίλησε καὶ ὀργῇ πίστιν παρασχομένη ἔπεισεν . καὶ νῦν μὴ πεφόβησθε αὐτήν , ἀλλ’ ἕως ἐγώ τε ἔτι ἀκμάζω μετ’ αὐτῆς καὶ ὁ Νικίας εὐτυχὴς δοκεῖ εἶναι , ἀποχρήσασθε τῇ ἑκατέρου ἡμῶν ὠφελίᾳ .
καὶ τὸν ἐς τὴν Σικελίαν πλοῦν μὴ μεταγιγνώσκετε ὡς ἐπὶ μεγάλην δύναμιν ἐσόμενον . ὄχλοις τε γὰρ ξυμμείκτοις πολυανδροῦσιν αἱ πόλεις καὶ ῥᾳδίας ἔχουσι τῶν πολιτῶν τὰς μεταβολὰς καὶ ἐπιδοχάς .
καὶ οὐδεὶς δι’ αὐτὸ ὡς περὶ οἰκείας πατρίδος οὔτε τὰ περὶ τὸ σῶμα ὅπλοις ἐξήρτυται οὔτε τὰ ἐν τῇ χώρᾳ νομίμοις κατασκευαῖς · ὅτι δὲ ἕκαστος ἢ ἐκ τοῦ λέγων πείθειν οἴεται ἢ στασιάζων ἀπὸ τοῦ κοινοῦ λαβὼν ἄλλην γῆν , μὴ κατορθώσας , οἰκήσειν , ταῦτα ἑτοιμάζεται .
καὶ οὐκ εἰκὸς τὸν τοιοῦτον ὅμιλον οὔτε λόγου μιᾷ γνώμῃ ἀκροᾶσθαι οὔτε ἐς τὰ ἔργα κοινῶς τρέπεσθαι · ταχὺ δ’ ἂν ὡς ἕκαστοι , εἴ τι καθ’ ἡδονὴν λέγοιτο , προσχωροῖεν , ἄλλως τε καὶ εἰ στασιάζουσιν , ὥσπερ πυνθανόμεθα .
καὶ μὴν οὐδ’ ὁπλῖται οὔτ’ ἐκείνοις ὅσοιπερ κομποῦνται , οὔτε οἱ ἄλλοι Ἕλληνες διεφάνησαν τοσοῦτοι ὄντες ὅσους ἕκαστοι σφᾶς αὐτοὺς ἠρίθμουν , ἀλλὰ μέγιστον δὴ αὐτοὺς ἐψευσμένη ἡ Ἑλλὰς μόλις ἐν τῷδε τῷ πολέμῳ ἱκανῶς ὡπλίσθη .
τά τε οὖν ἐκεῖ , ἐξ ὧν ἐγὼ ἀκοῇ αἰσθάνομαι , τοιαῦτα καὶ ἔτι εὐπορώτερα ἔσται (βαρβάρους [τε] γὰρ πολλοὺς ἕξομεν οἳ Συρακοσίων μίσει ξυνεπιθήσονται αὐτοῖς ) καὶ τὰ ἐνθάδε οὐκ ἐπικωλύσει , ἢν ὑμεῖς ὀρθῶς βουλεύησθε .
οἱ γὰρ πατέρες ἡμῶν τοὺς αὐτοὺς τούτους οὕσπερ νῦν φασὶ πολεμίους ὑπολείποντας ἂν ἡμᾶς πλεῖν καὶ προσέτι τὸν Μῆδον ἐχθρὸν ἔχοντες τὴν ἀρχὴν ἐκτήσαντο , οὐκ ἄλλῳ τινὶ ἢ τῇ περιουσίᾳ τοῦ ναυτικοῦ ἰσχύοντες .
καὶ νῦν οὔτε ἀνέλπιστοί πω μᾶλλον Πελοποννήσιοι ἐς ἡμᾶς ἐγένοντο , εἴ τε καὶ πάνυ ἔρρωνται , τὸ μὲν ἐς τὴν γῆν ἡμῶν ἐσβάλλειν , κἂν μὴ ἐκπλεύσωμεν , ἱκανοί εἰσι , τῷ δὲ ναυτικῷ οὐκ ἂν δύναιντο βλάπτειν · ὑπόλοιπον γὰρ ἡμῖν ἐστὶν ἀντίπαλον ναυτικόν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.