τοῦ δ’ αὐτοῦ θέρους , καὶ περὶ τὸν αὐτὸν χρόνον ὃν ἐν τῇ Μήλῳ οἱ Ἀθηναῖοι κατείχοντο , καὶ οἱ ἀπὸ τῶν τριάκοντα νεῶν Ἀθηναῖοι περὶ Πελοπόννησον ὄντες πρῶτον ἐν Ἐλλομενῷ τῆς Λευκαδίας φρουρούς τινας λοχήσαντες διέφθειραν , ἔπειτα ὕστερον ἐπὶ Λευκάδα μείζονι στόλῳ ἦλθον , Ἀκαρνᾶσί τε πᾶσιν , οἳ πανδημεὶ πλὴν Οἰνιαδῶν ξυνέσποντο , καὶ Ζακυνθίοις καὶ Κεφαλλῆσι καὶ Κερκυραίων πέντε καὶ δέκα ναυσίν .
καὶ οἱ μὲν Λευκάδιοι τῆς τε ἔξω γῆς δῃουμένης καὶ τῆς ἐντὸς τοῦ ἰσθμοῦ , ἐν ᾗ καὶ ἡ Λευκάς ἐστι καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος , πλήθει βιαζόμενοι ἡσύχαζον · οἱ δὲ Ἀκαρνᾶνες ἠξίουν Δημοσθένη τὸν στρατηγὸν τῶν Ἀθηναίων ἀποτειχίζειν αὐτούς , νομίζοντες ῥᾳδίως γ᾽ ἂν ἐκπολιορκῆσαι καὶ πόλεως αἰεὶ σφίσι πολεμίας ἀπαλλαγῆναι .
Δημοσθένης δ’ ἀναπείθεται κατὰ τὸν χρόνον τοῦτον ὑπὸ Μεσσηνίων ὡς καλὸν αὐτῷ στρατιᾶς τοσαύτης ξυνειλεγμένης Αἰτωλοῖς ἐπιθέσθαι , Ναυπάκτῳ τε πολεμίοις οὖσι καί , ἢν κρατήσῃ αὐτῶν , ῥᾳδίως καὶ τὸ ἄλλο Ἠπειρωτικὸν τὸ ταύτῃ Ἀθηναίοις προσποιήσειν .
τὸ γὰρ ἔθνος μέγα μὲν εἶναι τὸ τῶν Αἰτωλῶν καὶ μάχιμον , οἰκοῦν δὲ κατὰ κώμας ἀτειχίστους , καὶ ταύτας διὰ πολλοῦ , καὶ σκευῇ ψιλῇ χρώμενον οὐ χαλεπὸν ἀπέφαινον , πρὶν ξυμβοηθῆσαι , καταστραφῆναι .
ἐπιχειρεῖν δ’ ἐκέλευον πρῶτον μὲν Ἀποδωτοῖς , ἔπειτα δὲ Ὀφιονεῦσι καὶ μετὰ τούτους Εὐρυτᾶσιν , ὅπερ μέγιστον μέρος ἐστὶ τῶν Αἰτωλῶν , ἀγνωστότατοι δὲ γλῶσσαν καὶ ὠμοφάγοι εἰσίν , ὡς λέγονται · τούτων γὰρ ληφθέντων ῥᾳδίως καὶ τἆλλα προσχωρήσειν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.