ἐν τούτῳ δὲ ἐκ τῆς Καύνου παραγίγνεται ἀγγελία ὅτι αἱ ἑπτὰ καὶ εἴκοσι νῆες καὶ οἱ τῶν Λακεδαιμονίων ξύμβουλοι πάρεισιν · καὶ νομίσας πάντα ὕστερα εἶναι τἆλλα πρὸς τὸ ναῦς τε , ὅπως θαλασσοκρατοῖεν μᾶλλον , τοσαύτας ξυμπαρακομίσαι , καὶ τοὺς Λακεδαιμονίους , οἳ ἧκον κατάσκοποι αὐτοῦ , ἀσφαλῶς περαιωθῆναι , εὐθὺς ἀφεὶς τὸ ἐς τὴν Χίον ἔπλει ἐς τὴν Καῦνον . καὶ
ἐς Κῶν τὴν Μεροπίδα ἐν τῷ παράπλῳ ἀποβὰς τήν τε πόλιν ἀτείχιστον οὖσαν καὶ ὑπὸ σεισμοῦ , ὃς αὐτοῖς ἔτυχε μέγιστός γε δὴ ὧν μεμνήμεθα γενόμενος , ξυμπεπτωκυῖαν ἐκπορθεῖ , τῶν ἀνθρώπων ἐς τὰ ὄρη πεφευγότων , καὶ τὴν χώραν καταδρομαῖς λείαν ἐποιεῖτο , πλὴν τῶν ἐλευθέρων · τούτους δὲ ἀφίει . ἐκ
δὲ τῆς Κῶ ἀφικόμενος ἐς τὴν Κνίδον νυκτὸς ἀναγκάζεται ὑπὸ τῶν Κνιδίων παραινούντων μὴ ἐκβιβάσαι τοὺς ναύτας , ἀλλ’ ὥσπερ εἶχε πλεῖν εὐθὺς ἐπὶ τὰς τῶν Ἀθηναίων ναῦς εἴκοσιν , ἃς ἔχων Χαρμῖνος εἷς τῶν ἐκ Σάμου στρατηγῶν ἐφύλασσε ταύτας τὰς ἑπτὰ καὶ εἴκοσι ναῦς ἐκ τῆς Πελοποννήσου προσπλεούσας , ἐφ’ ἅσπερ καὶ ὁ Ἀστύοχος παρέπλει . ἐπύθοντο
δὲ οἱ ἐν τῇ Σάμῳ ἐκ τῆς Μήλου τὸν ἐπίπλουν αὐτῶν , καὶ ἡ φυλακὴ τῷ Χαρμίνῳ περὶ τὴν Σύμην καὶ Χάλκην καὶ Ῥόδον καὶ περὶ τὴν Λυκίαν ἦν · ἤδη γὰρ ᾐσθάνετο καὶ ἐν τῇ Καύνῳ οὔσας αὐτάς .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.