ὡς δ’ οὐκ ἐσήκουον , αὖθις τάδε ἠξίουν , Λέπρεον μὲν μὴ ἀποδοῦναι , εἰ μὴ βούλονται , ἀναβάντας δὲ ἐπὶ τὸν βωμὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου , ἐπειδὴ προθυμοῦνται χρῆσθαι τῷ ἱερῷ , ἐπομόσαι ἐναντίον τῶν Ἑλλήνων ἦ μὴν ἀποδώσειν ὕστερον τὴν καταδίκην . ὡς
δὲ οὐδὲ ταῦτα ἤθελον , Λακεδαιμόνιοι μὲν εἴργοντο τοῦ ἱεροῦ [θυσίας καὶ ἀγώνων ] καὶ οἴκοι ἔθυον , οἱ δὲ ἄλλοι Ἕλληνες ἐθεώρουν πλὴν Λεπρεατῶν . ὅμως
δὲ οἱ Ἠλεῖοι δεδιότες μὴ βίᾳ θύσωσι , ξὺν ὅπλοις τῶν νεωτέρων φυλακὴν εἶχον · ἦλθον δὲ αὐτοῖς καὶ Ἀργεῖοι καὶ Μαντινῆς , χίλιοι ἑκατέρων , καὶ Ἀθηναίων ἱππῆς , οἳ ἐν Ἁρπίνῃ ὑπέμενον τὴν ἑορτήν . δέος
δ’ ἐγένετο τῇ πανηγύρει μέγα μὴ ξὺν ὅπλοις ἔλθωσιν οἱ Λακεδαιμόνιοι , ἄλλως τε καὶ ἐπειδὴ καὶ Λίχας ὁ Ἀρκεσιλάου Λακεδαιμόνιος ἐν τῷ ἀγῶνι ὑπὸ τῶν ῥαβδούχων πληγὰς ἔλαβεν , ὅτι νικῶντος τοῦ ἑαυτοῦ ζεύγους καὶ ἀνακηρυχθέντος Βοιωτῶν δημοσίου κατὰ τὴν οὐκ ἐξουσίαν τῆς ἀγωνίσεως προελθὼν ἐς τὸν ἀγῶνα ἀνέδησε τὸν ἡνίοχον , βουλόμενος δηλῶσαι ὅτι ἑαυτοῦ ἦν τὸ ἅρμα · ὥστε πολλῷ δὴ μᾶλλον ἐπεφόβηντο πάντες καὶ ἐδόκει τι νέον ἔσεσθαι . οἱ μέντοι Λακεδαιμόνιοι ἡσύχασάν τε καὶ ἡ ἑορτὴ αὐτοῖς οὕτω διῆλθεν . ἐς
δὲ Κόρινθον μετὰ τὰ Ὀλύμπια Ἀργεῖοί τε καὶ οἱ ξύμμαχοι ἀφίκοντο δεησόμενοι αὐτῶν παρὰ σφᾶς ἐλθεῖν . καὶ Λακεδαιμονίων πρέσβεις ἔτυχον παρόντες , καὶ πολλῶν λόγων γενομένων τέλος οὐδὲν ἐπράχθη , ἀλλὰ σεισμοῦ γενομένου διελύθησαν ἕκαστοι ἐπ’ οἴκου . καὶ τὸ θέρος ἐτελεύτα .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.