‘εἰ μὲν μὴ ὑπώπτευον , ἄνδρες Πελοποννήσιοι , ὑμᾶς τῷ τε μεμονῶσθαι καὶ ὅτι βάρβαροι οἱ ἐπιόντες καὶ πολλοὶ ἔκπληξιν ἔχειν , οὐκ ἂν ὁμοίως διδαχὴν ἅμα τῇ παρακελεύσει ἐποιούμην · νῦν δὲ πρὸς μὲν τὴν ἀπόλειψιν τῶν ἡμετέρων καὶ τὸ πλῆθος τῶν ἐναντίων βραχεῖ ὑπομνήματι καὶ παραινέσει τὰ μέγιστα πειράσομαι πείθειν .
ἀγαθοῖς γὰρ εἶναι ὑμῖν προσήκει τὰ πολέμια οὐ διὰ ξυμμάχων παρουσίαν ἑκάστοτε , ἀλλὰ δι’ οἰκείαν ἀρετήν , καὶ μηδὲν πλῆθος πεφοβῆσθαι ἑτέρων , οἵ γε μηδὲ ἀπὸ πολιτειῶν τοιούτων ἥκετε , ἐν αἷς οὐ πολλοὶ ὀλίγων ἄρχουσιν , ἀλλὰ πλεόνων μᾶλλον ἐλάσσους , οὐκ ἄλλῳ τινὶ κτησάμενοι τὴν δυναστείαν ἢ τῷ μαχόμενοι κρατεῖν .
βαρβάρους δὲ οὓς νῦν ἀπειρίᾳ δέδιτε μαθεῖν χρή , ἐξ ὧν τε προηγώνισθε τοῖς Μακεδόσιν αὐτῶν καὶ ἀφ’ ὧν ἐγὼ εἰκάζω τε καὶ ἄλλων ἀκοῇ ἐπίσταμαι , οὐ δεινοὺς ἐσομένους .
καὶ γὰρ ὅσα μὲν τῷ ὄντι ἀσθενῆ ὄντα τῶν πολεμίων δόκησιν ἔχει ἰσχύος , διδαχὴ ἀληθὴς προσγενομένη περὶ αὐτῶν ἐθάρσυνε μᾶλλον τοὺς ἀμυνομένους · οἷς δὲ βεβαίως τι πρόσεστιν ἀγαθόν , μὴ προειδώς τις ἂν αὐτοῖς τολμηρότερον προσφέροιτο .
οὗτοι δὲ τὴν μέλλησιν μὲν ἔχουσι τοῖς ἀπείροις φοβεράν · καὶ γὰρ πλήθει ὄψεως δεινοὶ καὶ βοῆς μεγέθει ἀφόρητοι , ἥ τε διὰ κενῆς ἐπανάσεισις τῶν ὅπλων ἔχει τινὰ δήλωσιν ἀπειλῆς . προσμεῖξαι δὲ τοῖς ὑπομένουσιν αὐτὰ οὐχ ὁμοῖοι · οὔτε γὰρ τάξιν ἔχοντες αἰσχυνθεῖεν ἂν λιπεῖν τινὰ χώραν βιαζόμενοι ἥ τε φυγὴ καὶ ἡ ἔφοδος αὐτῶν ἴσην ἔχουσα δόξαν τοῦ καλοῦ ἀνεξέλεγκτον καὶ τὸ ἀνδρεῖον ἔχει (αὐτοκράτωρ δὲ μάχη μάλιστ’ ἂν καὶ πρόφασιν τοῦ σῴζεσθαί τινι πρεπόντως πορίσειε) , τοῦ τε ἐς χεῖρας ἐλθεῖν πιστότερον τὸ ἐκφοβῆσαι ὑμᾶς ἀκινδύνως ἡγοῦνται · ἐκείνῳ γὰρ ἂν πρὸ τούτου ἐχρῶντο .
σαφῶς τε πᾶν τὸ προϋπάρχον δεινὸν ἀπ’ αὐτῶν ὁρᾶτε ἔργῳ μὲν βραχὺ ὄν , ὄψει δὲ καὶ ἀκοῇ κατασπέρχον . ὃ ὑπομείναντες ἐπιφερόμενον καί , ὅταν καιρὸς ᾖ , κόσμῳ καὶ τάξει αὖθις ὑπαγαγόντες , ἔς τε τὸ ἀσφαλὲς θᾶσσον ἀφίζεσθε καὶ γνώσεσθε τὸ λοιπὸν ὅτι οἱ τοιοῦτοι ὄχλοι τοῖς μὲν τὴν πρώτην ἔφοδον δεξαμένοις ἄπωθεν ἀπειλαῖς τὸ ἀνδρεῖον μελλήσει ἐπικομποῦσιν , οἳ δ’ ἂν εἴξωσιν αὐτοῖς , κατὰ πόδας τὸ εὔψυχον ἐν τῷ ἀσφαλεῖ ὀξεῖς ἐνδείκνυνται . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.