μετὰ δὲ ταῦτα τὸν Βρασίδαν οἱ ξύμμαχοι πάντες ξὺν ὅπλοις ἐπισπόμενοι δημοσίᾳ ἔθαψαν ἐν τῇ πόλει πρὸ τῆς νῦν ἀγορᾶς οὔσης · καὶ τὸ λοιπὸν οἱ Ἀμφιπολῖται , περιείρξαντες αὐτοῦ τὸ μνημεῖον , ὡς ἥρωί τε ἐντέμνουσι καὶ τιμὰς δεδώκασιν ἀγῶνας καὶ ἐτησίους θυσίας , καὶ τὴν ἀποικίαν ὡς οἰκιστῇ προσέθεσαν , καταβαλόντες τὰ Ἁγνώνεια οἰκοδομήματα καὶ ἀφανίσαντες εἴ τι μνημόσυνόν που ἔμελλεν αὐτοῦ τῆς οἰκίσεως περιέσεσθαι , νομίσαντες τὸν μὲν Βρασίδαν σωτῆρά τε σφῶν γεγενῆσθαι καὶ ἐν τῷ παρόντι ἅμα τὴν τῶν Λακεδαιμονίων ξυμμαχίαν φόβῳ τῶν Ἀθηναίων θεραπεύοντες , τὸν δὲ Ἅγνωνα κατὰ τὸ πολέμιον τῶν Ἀθηναίων οὐκ ἂν ὁμοίως σφίσι ξυμφόρως οὐδ’ ἂν ἡδέως τὰς τιμὰς ἔχειν . καὶ
τοὺς νεκροὺς τοῖς Ἀθηναίοις ἀπέδοσαν . ἀπέθανον δὲ Ἀθηναίων μὲν περὶ ἑξακοσίους , τῶν δ’ ἐναντίων ἑπτά , διὰ τὸ μὴ ἐκ παρατάξεως , ἀπὸ δὲ τοιαύτης ξυντυχίας καὶ προεκφοβήσεως τὴν μάχην μᾶλλον γενέσθαι . μετὰ
δὲ τὴν ἀναίρεσιν οἱ μὲν ἐπ’ οἴκου ἀπέπλευσαν , οἱ δὲ μετὰ τοῦ Κλεαρίδου τὰ περὶ τὴν Ἀμφίπολιν καθίσταντο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.