γνοὺς δὲ ὁ Ἀλκιβιάδης πείθει αὖθις Ἔνδιον καὶ τοὺς ἄλλους ἐφόρους μὴ ἀποκνῆσαι τὸν πλοῦν , λέγων ὅτι φθήσονταί τε πλεύσαντες πρὶν τὴν τῶν νεῶν ξυμφορὰν Χίους αἰσθέσθαι , καὶ αὐτὸς ὅταν προσβάλῃ Ἰωνίᾳ , ῥᾳδίως πείσειν τὰς πόλεις ἀφίστασθαι τήν τε τῶν Ἀθηναίων λέγων ἀσθένειαν καὶ τὴν τῶν Λακεδαιμονίων προθυμίαν · πιστότερος γὰρ ἄλλων φανεῖσθαι . Ἐνδίῳ
τε αὐτῷ ἰδίᾳ ἔλεγε καλὸν εἶναι δι’ ἐκείνου ἀποστῆσαί τε Ἰωνίαν καὶ βασιλέα ξύμμαχον ποιῆσαι Λακεδαιμονίοις , καὶ μὴ Ἄγιδος τὸ ἀγώνισμα τοῦτο γενέσθαι · ἐτύγχανε γὰρ τῷ Ἄγιδι αὐτὸς διάφορος ὤν . καὶ
ὁ μὲν πείσας τούς τε ἄλλους ἐφόρους καὶ Ἔνδιον ἀνήγετο ταῖς πέντε ναυσὶ μετὰ Χαλκιδέως τοῦ Λακεδαιμονίου , καὶ διὰ τάχους τὸν πλοῦν ἐποιοῦντο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.