Βρασίδας δὲ κατὰ τὸν αὐτὸν χρόνον τοῦ θέρους πορευόμενος ἑπτακοσίοις καὶ χιλίοις ὁπλίταις ἐς τὰ ἐπὶ Θρᾴκης ἐπειδὴ ἐγένετο ἐν Ἡρακλείᾳ τῇ ἐν Τραχῖνι καί , προπέμψαντος αὐτοῦ ἄγγελον ἐς Φάρσαλον παρὰ τοὺς ἐπιτηδείους , ἀξιοῦντος διάγειν ἑαυτὸν καὶ τὴν στρατιάν , ἦλθον ἐς Μελίτειαν τῆς Ἀχαΐας Πάναιρός τε καὶ Δῶρος καὶ Ἱππολοχίδας καὶ Τορύλαος καὶ Στρόφακος πρόξενος ὢν Χαλκιδέων , τότε δὴ ἐπορεύετο .
ἦγον δὲ καὶ ἄλλοι Θεσσαλῶν αὐτὸν καὶ ἐκ Λαρίσης Νικονίδας Περδίκκᾳ ἐπιτήδειος ὤν . τὴν γὰρ Θεσσαλίαν ἄλλως τε οὐκ εὔπορον ἦν διιέναι ἄνευ ἀγωγοῦ καὶ μετὰ ὅπλων γε δή , καὶ τοῖς πᾶσί γε ὁμοίως Ἕλλησιν ὕποπτον καθειστήκει τὴν τῶν πέλας μὴ πείσαντας διιέναι · τοῖς τε Ἀθηναίοις αἰεί ποτε τὸ πλῆθος τῶν Θεσσαλῶν εὔνουν ὑπῆρχεν .
ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τὸ ἐγχώριον οἱ Θεσσαλοί , οὐκ ἄν ποτε προῆλθεν , ἐπεὶ καὶ τότε πορευομένῳ αὐτῷ ἀπαντήσαντες ἄλλοι τῶν τἀναντία τούτοις βουλομένων ἐπὶ τῷ Ἐνιπεῖ ποταμῷ ἐκώλυον καὶ ἀδικεῖν ἔφασαν ἄνευ τοῦ πάντων κοινοῦ πορευόμενον .
οἱ δὲ ἄγοντες οὔτε ἀκόντων ἔφασαν διάξειν , αἰφνίδιόν τε παραγενόμενον ξένοι ὄντες κομίζειν . ἔλεγε δὲ καὶ αὐτὸς ὁ Βρασίδας τῇ Θεσσαλῶν γῇ καὶ αὐτοῖς φίλος ὢν ἰέναι καὶ Ἀθηναίοις πολεμίοις οὖσι καὶ οὐκ ἐκείνοις ὅπλα ἐπιφέρειν , Θεσσαλοῖς τε οὐκ εἰδέναι καὶ Λακεδαιμονίοις ἔχθραν οὖσαν ὥστε τῇ ἀλλήλων γῇ μὴ χρῆσθαι , νῦν τε ἀκόντων ἐκείνων οὐκ ἂν προελθεῖν ( οὐδὲ γὰρ ἂν δύνασθαι) , οὐ μέντοι ἀξιοῦν γε εἴργεσθαι .
καὶ οἱ μὲν ἀκούσαντες ταῦτα ἀπῆλθον , ὁ δὲ κελευόντων τῶν ἀγωγῶν , πρίν τι πλέον ξυστῆναι τὸ κωλῦσον , ἐχώρει οὐδὲν ἐπισχὼν δρόμῳ . καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ , ᾗ ἐκ τῆς Μελιτείας ἀφώρμησεν , ἐς Φάρσαλόν τε ἐτέλεσε καὶ ἐστρατοπεδεύσατο ἐπὶ τῷ Ἀπιδανῷ ποταμῷ , ἐκεῖθεν δὲ ἐς Φάκιον , καὶ ἐξ αὐτοῦ ἐς Περραιβίαν .
ἀπὸ δὲ τούτου ἤδη οἱ μὲν τῶν Θεσσαλῶν ἀγωγοὶ πάλιν ἀπῆλθον , οἱ δὲ Περραιβοὶ αὐτόν , ὑπήκοοι ὄντες Θεσσαλῶν , κατέστησαν ἐς Δῖον τῆς Περδίκκου ἀρχῆς , ὃ ὑπὸ τῷ Ὀλύμπῳ Μακεδονίας πρὸς Θεσσαλοὺς πόλισμα κεῖται .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.