αὐτός τε οὐκ ἐπὶ κακῷ , ἐπ’ ἐλευθερώσει δὲ τῶν Ἑλλήνων παρελήλυθα , ὅρκοις τε Λακεδαιμονίων καταλαβὼν τὰ τέλη τοῖς μεγίστοις ἦ μὴν οὓς ἂν ἔγωγε προσαγάγωμαι ξυμμάχους ἔσεσθαι αὐτονόμους , καὶ ἅμα οὐχ ἵνα ξυμμάχους ὑμᾶς ἔχωμεν ἢ βίᾳ ἢ ἀπάτῃ προσλαβόντες , ἀλλὰ τοὐναντίον ὑμῖν δεδουλωμένοις ὑπὸ Ἀθηναίων ξυμμαχήσοντες . οὔκουν
ἀξιῶ οὔτ’ αὐτὸς ὑποπτεύεσθαι , πίστεις γε διδοὺς τὰς μεγίστας , οὐδὲ τιμωρὸς ἀδύνατος νομισθῆναι , προσχωρεῖν τε ὑμᾶς θαρσήσαντας . καὶ
εἴ τις ἰδίᾳ τινὰ δεδιὼς ἄρα , μὴ ἐγώ τισι προσθῶ τὴν πόλιν , ἀπρόθυμός ἐστι , πάντων μάλιστα πιστευσάτω . οὐ
γὰρ ξυστασιάσων ἥκω , οὐδὲ ἂν σαφῆ τὴν ἐλευθερίαν νομίζω ἐπιφέρειν , εἰ τὸ πάτριον παρεὶς τὸ πλέον τοῖς ὀλίγοις ἢ τὸ ἔλασσον τοῖς πᾶσι δουλώσαιμι . χαλεπωτέρα
γὰρ ἂν τῆς ἀλλοφύλου ἀρχῆς εἴη , καὶ ἡμῖν τοῖς Λακεδαιμονίοις οὐκ ἂν ἀντὶ πόνων χάρις καθίσταιτο , ἀντὶ δὲ τιμῆς καὶ δόξης αἰτία μᾶλλον · οἷς τε τοὺς Ἀθηναίους ἐγκλήμασι καταπολεμοῦμεν , αὐτοὶ ἂν φαινοίμεθα ἐχθίονα ἢ ὁ μὴ ὑποδείξας ἀρετὴν κατακτώμενοι . ἀπάτῃ
γὰρ εὐπρεπεῖ αἴσχιον τοῖς γε ἐν ἀξιώματι πλεονεκτῆσαι ἢ βίᾳ ἐμφανεῖ · τὸ μὲν γὰρ ἰσχύος δικαιώσει , ἣν ἡ τύχη ἔδωκεν , ἐπέρχεται , τὸ δὲ γνώμης ἀδίκου ἐπιβουλῇ .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.