‘ἀλλὰ μήτε ὑμεῖς , ὦ Καμαριναῖοι , ταῖς τῶνδε διαβολαῖς ἀναπείθεσθε μήτε οἱ ἄλλοι · εἰρήκαμεν δ’ ὑμῖν πᾶσαν τὴν ἀλήθειαν περὶ ὧν ὑποπτευόμεθα , καὶ ἔτι ἐν κεφαλαίοις ὑπομνήσαντες ἀξιώσομεν πείθειν .
φαμὲν γὰρ ἄρχειν μὲν τῶν ἐκεῖ , ἵνα μὴ ὑπακούωμεν ἄλλου , ἐλευθεροῦν δὲ τὰ ἐνθάδε , ὅπως μὴ ὑπ’ αὐτῶν βλαπτώμεθα , πολλὰ δ’ ἀναγκάζεσθαι πράσσειν , διότι καὶ πολλὰ φυλασσόμεθα , ξύμμαχοι δὲ καὶ νῦν καὶ πρότερον τοῖς ἐνθάδε ὑμῶν ἀδικουμένοις οὐκ ἄκλητοι , παρακληθέντες δὲ ἥκειν .
καὶ ὑμεῖς μήθ’ ὡς δικασταὶ γενόμενοι τῶν ἡμῖν ποιουμένων μήθ’ ὡς σωφρονισταί , ὃ χαλεπὸν ἤδη , ἀποτρέπειν πειρᾶσθε , καθ’ ὅσον δέ τι ὑμῖν τῆς ἡμετέρας πολυπραγμοσύνης καὶ τρόπου τὸ αὐτὸ ξυμφέρει , τούτῳ ἀπολαβόντες χρήσασθε , καὶ νομίσατε μὴ πάντας ἐν ἴσῳ βλάπτειν αὐτά , πολὺ δὲ πλείους τῶν Ἑλλήνων καὶ ὠφελεῖν ·
ἐν παντὶ γὰρ πᾶς χωρίῳ , καὶ ᾧ μὴ ὑπάρχομεν , ὅ τε οἰόμενος ἀδικήσεσθαι καὶ ὁ ἐπιβουλεύων διὰ τὸ ἑτοίμην ὑπεῖναι ἐλπίδα τῷ μὲν ἀντιτυχεῖν ἐπικουρίας ἀφ’ ἡμῶν , τῷ δὲ εἰ ἥξομεν , μὴ ἀδεεῖ εἶναι κινδυνεύειν , ἀμφότεροι ἀναγκάζονται ὁ μὲν ἄκων σωφρονεῖν , ὁ δ’ ἀπραγμόνως σῴζεσθαι .
ταύτην οὖν τὴν κοινὴν τῷ τε δεομένῳ καὶ ὑμῖν νῦν παροῦσαν ἀσφάλειαν μὴ ἀπώσησθε , ἀλλ᾽ ἐξισώσαντες τοῖς ἄλλοις μεθ’ ἡμῶν τοῖς Συρακοσίοις , ἀντὶ τοῦ αἰεὶ φυλάσσεσθαι αὐτούς , καὶ ἀντεπιβουλεῦσαί ποτε ἐκ τοῦ ὁμοίου μεταλάβετε . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.