‘καὶ προσήκει μοι μᾶλλον ἑτέρων , ὦ Ἀθηναῖοι , ἄρχειν (ἀνάγκη γὰρ ἐντεῦθεν ἄρξασθαι , ἐπειδή μου Νικίας καθήψατο) , καὶ ἄξιος ἅμα νομίζω εἶναι . ὧν γὰρ πέρι ἐπιβόητός εἰμι , τοῖς μὲν προγόνοις μου καὶ ἐμοὶ δόξαν φέρει ταῦτα , τῇ δὲ πατρίδι καὶ ὠφελίαν .
οἱ γὰρ Ἕλληνες καὶ ὑπὲρ δύναμιν μείζω ἡμῶν τὴν πόλιν ἐνόμισαν τῷ ἐμῷ διαπρεπεῖ τῆς Ὀλυμπίαζε θεωρίας , πρότερον ἐλπίζοντες αὐτὴν καταπεπολεμῆσθαι , διότι ἅρματα μὲν ἑπτὰ καθῆκα , ὅσα οὐδείς πω ἰδιώτης πρότερον , ἐνίκησα δὲ καὶ δεύτερος καὶ τέταρτος ἐγενόμην καὶ τἆλλα ἀξίως τῆς νίκης παρεσκευασάμην . νόμῳ μὲν γὰρ τιμὴ τὰ τοιαῦτα , ἐκ δὲ τοῦ δρωμένου καὶ δύναμις ἅμα ὑπονοεῖται .
καὶ ὅσα αὖ ἐν τῇ πόλει χορηγίαις ἢ ἄλλῳ τῳ λαμπρύνομαι , τοῖς μὲν ἀστοῖς φθονεῖται φύσει , πρὸς δὲ τοὺς ξένους καὶ αὕτη ἰσχὺς φαίνεται . καὶ οὐκ ἄχρηστος ἥδ’ ἡ ἄνοια , ὃς ἂν τοῖς ἰδίοις τέλεσι μὴ ἑαυτὸν μόνον ἀλλὰ καὶ τὴν πόλιν ὠφελῇ .
οὐδέ γε ἄδικον ἐφ’ ἑαυτῷ μέγα φρονοῦντα μὴ ἴσον εἶναι , ἐπεὶ καὶ ὁ κακῶς πράσσων πρὸς οὐδένα τῆς ξυμφορᾶς ἰσομοιρεῖ · ἀλλ’ ὥσπερ δυστυχοῦντες οὐ προσαγορευόμεθα , ἐν τῷ ὁμοίῳ τις ἀνεχέσθω καὶ ὑπὸ τῶν εὐπραγούντων ὑπερφρονούμενος , ἢ τὰ ἴσα νέμων τὰ ὁμοῖα ἀνταξιούτω .
οἶδα δὲ τοὺς τοιούτους , καὶ ὅσοι ἔν τινος λαμπρότητι προέσχον , ἐν μὲν τῷ καθ’ αὑτοὺς βίῳ λυπηροὺς ὄντας , τοῖς ὁμοίοις μὲν μάλιστα , ἔπειτα δὲ καὶ τοῖς ἄλλοις ξυνόντας , τῶν δὲ ἔπειτα ἀνθρώπων προσποίησίν τε ξυγγενείας τισὶ καὶ μὴ οὖσαν καταλιπόντας , καὶ ἧς ἂν ὦσι πατρίδος , ταύτῃ αὔχησιν ὡς οὐ περὶ ἀλλοτρίων οὐδ’ ἁμαρτόντων , ἀλλ’ ὡς περὶ σφετέρων τε καὶ καλὰ πραξάντων .
ὧν ἐγὼ ὀρεγόμενος καὶ διὰ ταῦτα τὰ ἴδια ἐπιβοώμενος τὰ δημόσια σκοπεῖτε εἴ του χεῖρον μεταχειρίζω . Πελοποννήσου γὰρ τὰ δυνατώτατα ξυστήσας ἄνευ μεγάλου ὑμῖν κινδύνου καὶ δαπάνης Λακεδαιμονίους ἐς μίαν ἡμέραν κατέστησα ἐν Μαντινείᾳ περὶ τῶν ἁπάντων ἀγωνίσασθαι · ἐξ οὗ καὶ περιγενόμενοι τῇ μάχῃ οὐδέπω καὶ νῦν βεβαίως θαρσοῦσιν .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.