‘δικαιώματα μὲν οὖν τάδε πρὸς ὑμᾶς ἔχομεν ἱκανὰ κατὰ τοὺς Ἑλλήνων νόμους , παραίνεσιν δὲ καὶ ἀξίωσιν χάριτος τοιάνδε , ἣν οὐκ ἐχθροὶ ὄντες ὥστε βλάπτειν οὐδ’ αὖ φίλοι ὥστ’ ἐπιχρῆσθαι , ἀντιδοθῆναι ἡμῖν ἐν τῷ παρόντι φαμὲν χρῆναι .
νεῶν γὰρ μακρῶν σπανίσαντές ποτε πρὸς τὸν Αἰγινητῶν ὑπὲρ τὰ Μηδικὰ πόλεμον παρὰ Κορινθίων εἴκοσι ναῦς ἐλάβετε · καὶ ἡ εὐεργεσία αὕτη τε καὶ ἡ ἐς Σαμίους , τὸ δι’ ἡμᾶς Πελοποννησίους αὐτοῖς μὴ βοηθῆσαι , παρέσχεν ὑμῖν Αἰγινητῶν μὲν ἐπικράτησιν , Σαμίων δὲ κόλασιν , καὶ ἐν καιροῖς τοιούτοις ἐγένετο οἷς μάλιστα ἄνθρωποι ἐπ’ ἐχθροὺς τοὺς σφετέρους ἰόντες τῶν ἁπάντων ἀπερίοπτοί εἰσι παρὰ τὸ νικᾶν ·
φίλον τε γὰρ ἡγοῦνται τὸν ὑπουργοῦντα , ἢν καὶ πρότερον ἐχθρὸς ᾖ , πολέμιόν τε τὸν ἀντιστάντα , ἢν καὶ τύχῃ φίλος ὤν , ἐπεὶ καὶ τὰ οἰκεῖα χεῖρον τίθενται φιλονικίας ἕνεκα τῆς αὐτίκα .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.