μετὰ δὲ ταῦτα τοσῇδε ἤδη τῇ παρασκευῇ Ἀθηναῖοι ἄραντες ἐκ τῆς Κερκύρας ἐς τὴν Σικελίαν ἐπεραιοῦντο , τριήρεσι μὲν ταῖς πάσαις τέσσαρσι καὶ τριάκοντα καὶ ἑκατόν , καὶ δυοῖν Ῥοδίοιν πεντηκοντόροιν (τούτων Ἀττικαὶ μὲν ἦσαν ἑκατόν , ὧν αἱ μὲν ἑξήκοντα ταχεῖαι , αἱ δ’ ἄλλαι στρατιώτιδες , τὸ δὲ ἄλλο ναυτικὸν Χίων καὶ τῶν ἄλλων ξυμμάχων) , ὁπλίταις δὲ τοῖς ξύμπασιν ἑκατὸν καὶ πεντακισχιλίοις ( καὶ τούτων Ἀθηναίων μὲν αὐτῶν ἦσαν πεντακόσιοι μὲν καὶ χίλιοι ἐκ καταλόγου , ἑπτακόσιοι δὲ θῆτες ἐπιβάται τῶν νεῶν , ξύμμαχοι δὲ οἱ ἄλλοι ξυνεστράτευον , οἱ μὲν τῶν ὑπηκόων , οἱ δ’ Ἀργείων πεντακόσιοι καὶ Μαντινέων καὶ μισθοφόρων πεντήκοντα καὶ διακόσιοι) , τοξόταις δὲ τοῖς πᾶσιν ὀγδοήκοντα καὶ τετρακοσίοις ( καὶ τούτων Κρῆτες οἱ ὀγδοήκοντα ἦσαν ) καὶ σφενδονήταις Ῥοδίων ἑπτακοσίοις , καὶ Μεγαρεῦσι ψιλοῖς φυγάσιν εἴκοσι καὶ ἑκατόν , καὶ ἱππαγωγῷ μιᾷ τριάκοντα ἀγούσῃ ἱππέας .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.