‘ἐν οὖν ταῖς πόλεσι πολλῶν θανάτου ζημίαι πρόκεινται , καὶ οὐκ ἴσων τῷδε , ἀλλ’ ἐλασσόνων ἁμαρτημάτων · ὅμως δὲ τῇ ἐλπίδι ἐπαιρόμενοι κινδυνεύουσι , καὶ οὐδείς πω καταγνοὺς ἑαυτοῦ μὴ περιέσεσθαι τῷ ἐπιβουλεύματι ἦλθεν ἐς τὸ δεινόν .
πόλις τε ἀφισταμένη τίς πω ἥσσω τῇ δοκήσει ἔχουσα τὴν παρασκευὴν ἢ οἰκείαν ἢ ἄλλων ξυμμαχίᾳ τούτῳ ἐπεχείρησεν ;
πεφύκασί τε ἅπαντες καὶ ἰδίᾳ καὶ δημοσίᾳ ἁμαρτάνειν , καὶ οὐκ ἔστι νόμος ὅστις ἀπείρξει τούτου , ἐπεὶ διεξεληλύθασί γε διὰ πασῶν τῶν ζημιῶν οἱ ἄνθρωποι προστιθέντες , εἴ πως ἧσσον ἀδικοῖντο ὑπὸ τῶν κακούργων . καὶ εἰκὸς τὸ πάλαι τῶν μεγίστων ἀδικημάτων μαλακωτέρας κεῖσθαι αὐτάς , παραβαινομένων δὲ τῷ χρόνῳ ἐς τὸν θάνατον αἱ πολλαὶ ἀνήκουσιν · καὶ τοῦτο ὅμως παραβαίνεται .
ἢ τοίνυν δεινότερόν τι τούτου δέος εὑρετέον ἐστὶν ἢ τόδε γε οὐδὲν ἐπίσχει , ἀλλ’ ἡ μὲν πενία ἀνάγκῃ τὴν τόλμαν παρέχουσα , ἡ δ’ ἐξουσία ὕβρει τὴν πλεονεξίαν καὶ φρονήματι , αἱ δ’ ἄλλαι ξυντυχίαι ὀργῇ τῶν ἀνθρώπων ὡς ἑκάστη τις κατέχεται ὑπ’ ἀνηκέστου τινὸς κρείσσονος ἐξάγουσιν ἐς τοὺς κινδύνους .
ἥ τε ἐλπὶς καὶ ὁ ἔρως ἐπὶ παντί , ὁ μὲν ἡγούμενος , ἡ δ’ ἐφεπομένη , καὶ ὁ μὲν τὴν ἐπιβουλὴν ἐκφροντίζων , ἡ δὲ τὴν εὐπορίαν τῆς τύχης ὑποτιθεῖσα , πλεῖστα βλάπτουσι , καὶ ὄντα ἀφανῆ κρείσσω ἐστὶ τῶν ὁρωμένων δεινῶν .
καὶ ἡ τύχη ἐπ’ αὐτοῖς οὐδὲν ἔλασσον ξυμβάλλεται ἐς τὸ ἐπαίρειν · ἀδοκήτως γὰρ ἔστιν ὅτε παρισταμένη καὶ ἐκ τῶν ὑποδεεστέρων κινδυνεύειν τινὰ προάγει , καὶ οὐχ ἧσσον τὰς πόλεις , ὅσῳ περὶ τῶν μεγίστων τε , ἐλευθερίας ἢ ἄλλων ἀρχῆς , καὶ μετὰ πάντων ἕκαστος ἀλογίστως ἐπὶ πλέον τι αὑτὸν ἐδόξασεν .
ἁπλῶς τε ἀδύνατον καὶ πολλῆς εὐηθείας , ὅστις οἴεται τῆς ἀνθρωπείας φύσεως ὁρμωμένης προθύμως τι πρᾶξαι ἀποτροπήν τινα ἔχειν ἢ νόμων ἰσχύι ἢ ἄλλῳ τῳ δεινῷ .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.