τῇ δὲ ἐπιγιγνομένῃ ἡμέρᾳ Νικόστρατος ὁ Διειτρέφους Ἀθηναίων στρατηγὸς παραγίγνεται βοηθῶν ἐκ Ναυπάκτου δώδεκα ναυσὶ καὶ Μεσσηνίων πεντακοσίοις ὁπλίταις · ξύμβασίν τε ἔπρασσε καὶ πείθει ὥστε ξυγχωρῆσαι ἀλλήλοις δέκα μὲν ἄνδρας τοὺς αἰτιωτάτους κρῖναι , οἳ οὐκέτι ἔμειναν , τοὺς δ’ ἄλλους οἰκεῖν σπονδὰς πρὸς ἀλλήλους ποιησαμένους καὶ πρὸς Ἀθηναίους , ὥστε τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους νομίζειν . καὶ
ὁ μὲν ταῦτα πράξας ἔμελλεν ἀποπλεύσεσθαι · οἱ δὲ τοῦ δήμου προστάται πείθουσιν αὐτὸν πέντε μὲν ναῦς τῶν αὐτοῦ σφίσι καταλιπεῖν , ὅπως ἧσσόν τι ἐν κινήσει ὦσιν οἱ ἐναντίοι , ἴσας δὲ αὐτοὶ πληρώσαντες ἐκ σφῶν αὐτῶν ξυμπέμψειν . καὶ
ὁ μὲν ξυνεχώρησεν , οἱ δὲ τοὺς ἐχθροὺς κατέλεγον ἐς τὰς ναῦς . δείσαντες δὲ ἐκεῖνοι μὴ ἐς τὰς Ἀθήνας ἀποπεμφθῶσι καθίζουσιν ἐς τὸ τῶν Διοσκόρων ἱερόν . Νικόστρατος
δὲ αὐτοὺς ἀνίστη τε καὶ παρεμυθεῖτο . ὡς δ’ οὐκ ἔπειθεν , ὁ δῆμος ὁπλισθεὶς ἐπὶ τῇ προφάσει ταύτῃ , ὡς οὐδὲν αὐτῶν ὑγιὲς διανοουμένων τῇ τοῦ μὴ ξυμπλεῖν ἀπιστίᾳ , τά τε ὅπλα αὐτῶν ἐκ τῶν οἰκιῶν ἔλαβε καὶ αὐτῶν τινὰς οἷς ἐπέτυχον , εἰ μὴ Νικόστρατος ἐκώλυσε , διέφθειραν ἄν . ὁρῶντες
δὲ οἱ ἄλλοι τὰ γιγνόμενα καθίζουσιν ἐς τὸ Ἥραιον ἱκέται καὶ γίγνονται οὐκ ἐλάσσους τετρακοσίων . ὁ δὲ δῆμος δείσας μή τι νεωτερίσωσιν ἀνίστησί τε αὐτοὺς πείσας καὶ διακομίζει ἐς τὴν πρὸ τοῦ Ἡραίου νῆσον , καὶ τὰ ἐπιτήδεια ἐκεῖσε αὐτοῖς διεπέμπετο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.