αἱ μὲν δὴ νῆες ἀφικνοῦνται ἐς τὴν Κέρκυραν , οἱ δὲ Κορίνθιοι , ἐπειδὴ αὐτοῖς παρεσκεύαστο , ἔπλεον ἐπὶ τὴν Κέρκυραν ναυσὶ πεντήκοντα καὶ ἑκατόν . ἦσαν δὲ Ἠλείων μὲν δέκα , Μεγαρέων δὲ δώδεκα καὶ Λευκαδίων δέκα , Ἀμπρακιωτῶν δὲ ἑπτὰ καὶ εἴκοσι καὶ Ἀνακτορίων μία , αὐτῶν δὲ Κορινθίων ἐνενήκοντα ·
στρατηγοὶ δὲ τούτων ἦσαν μὲν καὶ κατὰ πόλεις ἑκάστων , Κορινθίων δὲ Ξενοκλείδης ὁ Εὐθυκλέους πέμπτος αὐτός .
ἐπειδὴ δὲ προσέμειξαν τῇ κατὰ Κέρκυραν ἠπείρῳ ἀπὸ Λευκάδος πλέοντες , ὁρμίζονται ἐς Χειμέριον τῆς Θεσπρωτίδος γῆς .
ἔστι δὲ λιμήν , καὶ πόλις ὑπὲρ αὐτοῦ κεῖται ἀπὸ θαλάσσης ἐν τῇ Ἐλαιάτιδι τῆς Θεσπρωτίδος Ἐφύρη . ἐξίησι δὲ παρ’ αὐτὴν Ἀχερουσία λίμνη ἐς θάλασσαν · διὰ δὲ τῆς Θεσπρωτίδος Ἀχέρων ποταμὸς ῥέων ἐσβάλλει ἐς αὐτήν , ἀφ’ οὗ καὶ τὴν ἐπωνυμίαν ἔχει . ῥεῖ δὲ καὶ Θύαμις ποταμός , ὁρίζων τὴν Θεσπρωτίδα καὶ Κεστρίνην , ὧν ἐντὸς ἡ ἄκρα ἀνέχει τὸ Χειμέριον .
οἱ μὲν οὖν Κορίνθιοι τῆς ἠπείρου ἐνταῦθα ὁρμίζονταί τε καὶ στρατόπεδον ἐποιήσαντο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.