‘καὶ ταῦτα , ὦ Λακεδαιμόνιοι , τούτου ἕνεκα ἐπεξήλθομεν καὶ ὑπὲρ ὑμῶν καὶ ἡμῶν , ἵνα ὑμεῖς μὲν εἰδῆτε δικαίως αὐτῶν καταγνωσόμενοι , ἡμεῖς δὲ ἔτι ὁσιώτερον τετιμωρημένοι .
καὶ μὴ παλαιὰς ἀρετάς , εἴ τις ἄρα καὶ ἐγένετο , ἀκούοντες ἐπικλασθῆτε , ἃς χρὴ τοῖς μὲν ἀδικουμένοις ἐπικούρους εἶναι , τοῖς δὲ αἰσχρόν τι δρῶσι διπλασίας ζημίας , ὅτι οὐκ ἐκ προσηκόντων ἁμαρτάνουσιν . μηδὲ ὀλοφυρμῷ καὶ οἴκτῳ ὠφελείσθων , πατέρων τε τάφους τῶν ὑμετέρων ἐπιβοώμενοι καὶ τὴν σφετέραν ἐρημίαν .
καὶ γὰρ ἡμεῖς ἀνταποφαίνομεν πολλῷ δεινότερα παθοῦσαν τὴν ὑπὸ τούτων ἡλικίαν ἡμῶν διεφθαρμένην , ὧν πατέρες οἱ μὲν πρὸς ὑμᾶς τὴν Βοιωτίαν ἄγοντες ἀπέθανον ἐν Κορωνείᾳ , οἱ δὲ πρεσβῦται λελειμμένοι καὶ οἰκίαι ἐρῆμοι πολλῷ δικαιοτέραν ὑμῶν ἱκετείαν ποιοῦνται τούσδε τιμωρήσασθαι .
οἴκτου τε ἀξιώτεροι τυγχάνειν οἱ ἀπρεπές τι πάσχοντες τῶν ἀνθρώπων , οἱ δὲ δικαίως , ὥσπερ οἵδε , τὰ ἐναντία ἐπίχαρτοι εἶναι .
καὶ τὴν νῦν ἐρημίαν δι’ ἑαυτοὺς ἔχουσιν · τοὺς γὰρ ἀμείνους ξυμμάχους ἑκόντες ἀπεώσαντο . παρενόμησάν τε οὐ προπαθόντες ὑφ’ ἡμῶν , μίσει δὲ πλέον ἢ δίκῃ κρίναντες καὶ οὐκ ἀνταποδόντες νῦν τὴν ἴσην τιμωρίαν · ἔννομα γὰρ πείσονται καὶ οὐχὶ ἐκ μάχης χεῖρας προϊσχόμενοι , ὥσπερ φασίν , ἀλλ’ ἀπὸ ξυμβάσεως ἐς δίκην σφᾶς αὐτοὺς παραδόντες .
ἀμύνατε οὖν , ὦ Λακεδαιμόνιοι , καὶ τῷ τῶν Ἑλλήνων νόμῳ ὑπὸ τῶνδε παραβαθέντι , καὶ ἡμῖν ἄνομα παθοῦσιν ἀνταπόδοτε χάριν δικαίαν ὧν πρόθυμοι γεγενήμεθα , καὶ μὴ τοῖς τῶνδε λόγοις περιωσθῶμεν ἐν ὑμῖν , ποιήσατε δὲ τοῖς Ἕλλησι παράδειγμα οὐ λόγων τοὺς ἀγῶνας προθήσοντες ἀλλ’ ἔργων , ὧν ἀγαθῶν μὲν ὄντων βραχεῖα ἡ ἀπαγγελία ἀρκεῖ , ἁμαρτανομένων δὲ λόγοι ἔπεσι κοσμηθέντες προκαλύμματα γίγνονται .
ἀλλ’ ἢν οἱ ἡγεμόνες , ὥσπερ νῦν ὑμεῖς , κεφαλαιώσαντες πρὸς τοὺς ξύμπαντας διαγνώμας ποιήσησθε , ἧσσόν τις ἐπ’ ἀδίκοις ἔργοις λόγους καλοὺς ζητήσει . ’
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.