ὁ δὲ Κλέων ὡς ἀπὸ τῆς Τορώνης τότε περιέπλευσεν ἐπὶ τὴν Ἀμφίπολιν , ὁρμώμενος ἐκ τῆς Ἠιόνος Σταγίρῳ μὲν προσβάλλει Ἀνδρίων ἀποικίᾳ καὶ οὐχ εἷλε , Ἀληψὸν δὲ τὴν Θασίων ἀποικίαν λαμβάνει κατὰ κράτος .
καὶ πέμψας ὡς Περδίκκαν πρέσβεις , ὅπως παραγένοιτο στρατιᾷ κατὰ τὸ ξυμμαχικόν , καὶ ἐς τὴν Θρᾴκην ἄλλους παρὰ Πολλῆν τὸν Ὀδομάντων βασιλέα , ἄξοντας μισθοῦ Θρᾷκας ὡς πλείστους , αὐτὸς ἡσύχαζε περιμένων ἐν τῇ Ἠιόνι .
Βρασίδας δὲ πυνθανόμενος ταῦτα ἀντεκάθητο καὶ αὐτὸς ἐπὶ τῷ Κερδυλίῳ · ἔστι δὲ τὸ χωρίον τοῦτο Ἀργιλίων ἐπὶ μετεώρου πέραν τοῦ ποταμοῦ , οὐ πολὺ ἀπέχον τῆς Ἀμφιπόλεως , καὶ κατεφαίνετο πάντα αὐτόθεν , ὥστε οὐκ ἂν ἔλαθεν αὐτὸν ὁρμώμενος ὁ Κλέων τῷ στρατῷ · ὅπερ προσεδέχετο ποιήσειν αὐτόν , ἐπὶ τὴν Ἀμφίπολιν , ὑπεριδόντα σφῶν τὸ πλῆθος , τῇ παρούσῃ στρατιᾷ ἀναβήσεσθαι .
ἅμα δὲ καὶ παρεσκευάζετο Θρᾷκάς τε μισθωτοὺς πεντακοσίους καὶ χιλίους , καὶ τοὺς Ἠδῶνας πάντας παρακαλῶν , πελταστὰς καὶ ἱππέας · καὶ Μυρκινίων καὶ Χαλκιδέων χιλίους πελταστὰς εἶχε πρὸς τοῖς ἐν Ἀμφιπόλει .
τὸ δ’ ὁπλιτικὸν ξύμπαν ἡθροίσθη δισχίλιοι μάλιστα καὶ ἱππῆς Ἕλληνες τριακόσιοι . τούτων Βρασίδας μὲν ἔχων ἐπὶ Κερδυλίῳ ἐκάθητο ἐς πεντακοσίους καὶ χιλίους , οἱ δ’ ἄλλοι ἐν Ἀμφιπόλει μετὰ Κλεαρίδου ἐτετάχατο .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.