τῆς δὲ νυκτὸς τῷ Νικίᾳ καὶ Δημοσθένει ἐδόκει , ἐπειδὴ κακῶς σφίσι τὸ στράτευμα εἶχε τῶν τε ἐπιτηδείων πάντων ἀπορίᾳ ἤδη , καὶ κατατετραυματισμένοι ἦσαν πολλοὶ ἐν πολλαῖς προσβολαῖς τῶν πολεμίων γεγενημέναις , πυρὰ καύσαντας ὡς πλεῖστα ἀπάγειν τὴν στρατιάν , μηκέτι τὴν αὐτὴν ὁδὸν ᾗ διενοήθησαν , ἀλλὰ τοὐναντίον ἢ οἱ Συρακόσιοι ἐτήρουν , πρὸς τὴν θάλασσαν .
ἦν δὲ ἡ ξύμπασα ὁδὸς αὕτη οὐκ ἐπὶ Κατάνης τῷ στρατεύματι , ἀλλὰ κατὰ τὸ ἕτερον μέρος τῆς Σικελίας τὸ πρὸς Καμάριναν καὶ Γέλαν καὶ τὰς ταύτῃ πόλεις καὶ Ἑλληνίδας καὶ βαρβάρους .
καύσαντες οὖν πυρὰ πολλὰ ἐχώρουν ἐν τῇ νυκτί . καὶ αὐτοῖς , οἷον φιλεῖ καὶ πᾶσι στρατοπέδοις , μάλιστα δὲ τοῖς μεγίστοις , φόβοι καὶ δείματα ἐγγίγνεσθαι , ἄλλως τε καὶ ἐν νυκτί τε καὶ διὰ πολεμίας καὶ ἀπὸ πολεμίων οὐ πολὺ ἀπεχόντων ἰοῦσιν , ἐμπίπτει ταραχή ·
καὶ τὸ μὲν Νικίου στράτευμα , ὥσπερ ἡγεῖτο , ξυνέμενέ τε καὶ προύλαβε πολλῷ , τὸ δὲ Δημοσθένους , τὸ ἥμισυ μάλιστα καὶ πλέον , ἀπεσπάσθη τε καὶ ἀτακτότερον ἐχώρει .
ἅμα δὲ τῇ ἕῳ ἀφικνοῦνται ὅμως πρὸς τὴν θάλασσαν , καὶ ἐσβάντες ἐς τὴν ὁδὸν τὴν Ἑλωρίνην καλουμένην ἐπορεύοντο , ὅπως , ἐπειδὴ γένοιντο ἐπὶ τῷ ποταμῷ τῷ Κακυπάρει , παρὰ τὸν ποταμὸν ἴοιεν ἄνω διὰ μεσογείας · ἤλπιζον γὰρ καὶ τοὺς Σικελοὺς ταύτῃ οὓς μετεπέμψαντο ἀπαντήσεσθαι .
ἐπειδὴ δ’ ἐγένοντο ἐπὶ τῷ ποταμῷ , ηὗρον καὶ ἐνταῦθα φυλακήν τινα τῶν Συρακοσίων ἀποτειχίζουσάν τε καὶ ἀποσταυροῦσαν τὸν πόρον . καὶ βιασάμενοι αὐτὴν διέβησάν τε τὸν ποταμὸν καὶ ἐχώρουν αὖθις πρὸς ἄλλον ποταμὸν τὸν Ἐρινεόν · ταύτῃ γὰρ οἱ ἡγεμόνες ἐκέλευον .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.