‘ἄνδρες στρατιῶται Ἀθηναίων τε καὶ τῶν ἄλλων ξυμμάχων , ὁ μὲν ἀγὼν ὁ μέλλων ὁμοίως κοινὸς ἅπασιν ἔσται περί τε σωτηρίας καὶ πατρίδος ἑκάστοις οὐχ ἧσσον ἢ τοῖς πολεμίοις · ἢν γὰρ κρατήσωμεν νῦν ταῖς ναυσίν , ἔστι τῳ τὴν ὑπάρχουσάν που οἰκείαν πόλιν ἐπιδεῖν .
ἀθυμεῖν δὲ οὐ χρὴ οὐδὲ πάσχειν ὅπερ οἱ ἀπειρότατοι τῶν ἀνθρώπων , οἳ τοῖς πρώτοις ἀγῶσι σφαλέντες ἔπειτα διὰ παντὸς τὴν ἐλπίδα τοῦ φόβου ὁμοίαν ταῖς ξυμφοραῖς ἔχουσιν .
ἀλλ’ ὅσοι τε Ἀθηναίων πάρεστε , πολλῶν ἤδη πολέμων ἔμπειροι ὄντες , καὶ ὅσοι τῶν ξυμμάχων , ξυστρατευόμενοι αἰεί , μνήσθητε τῶν ἐν τοῖς πολέμοις παραλόγων , καὶ τὸ τῆς τύχης κἂν μεθ’ ἡμῶν ἐλπίσαντες στῆναι καὶ ὡς ἀναμαχούμενοι ἀξίως τοῦδε τοῦ πλήθους , ὅσον αὐτοὶ ὑμῶν αὐτῶν ἐφορᾶτε , παρασκευάζεσθε .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.