‘τὸ πιστὸν ὑμᾶς , ὦ Λακεδαιμόνιοι , τῆς καθ’ ὑμᾶς αὐτοὺς πολιτείας καὶ ὁμιλίας ἀπιστοτέρους ἐς τοὺς ἄλλους ἤν τι λέγωμεν καθίστησιν · καὶ ἀπ᾽ αὐτοῦ σωφροσύνην μὲν ἔχετε , ἀμαθίᾳ δὲ πλέονι πρὸς τὰ ἔξω πράγματα χρῆσθε .
πολλάκις γὰρ προαγορευόντων ἡμῶν ἃ ἐμέλλομεν ὑπὸ Ἀθηναίων βλάπτεσθαι , οὐ περὶ ὧν ἐδιδάσκομεν ἑκάστοτε τὴν μάθησιν ἐποιεῖσθε , ἀλλὰ τῶν λεγόντων μᾶλλον ὑπενοεῖτε ὡς ἕνεκα τῶν αὑτοῖς ἰδίᾳ διαφόρων λέγουσιν · καὶ δι’ αὐτὸ οὐ πρὶν πάσχειν , ἀλλ’ ἐπειδὴ ἐν τῷ ἔργῳ ἐσμέν , τοὺς ξυμμάχους τούσδε παρεκαλέσατε , ἐν οἷς προσήκει ἡμᾶς οὐχ ἥκιστα εἰπεῖν , ὅσῳ καὶ μέγιστα ἐγκλήματα ἔχομεν ὑπὸ μὲν Ἀθηναίων ὑβριζόμενοι , ὑπὸ δὲ ὑμῶν ἀμελούμενοι .
‘καὶ εἰ μὲν ἀφανεῖς που ὄντες ἠδίκουν τὴν Ἑλλάδα , διδασκαλίας ἂν ὡς οὐκ εἰδόσι προσέδει · νῦν δὲ τί δεῖ μακρηγορεῖν , ὧν τοὺς μὲν δεδουλωμένους ὁρᾶτε , τοῖς δὲ ἐπιβουλεύοντας αὐτούς , καὶ οὐχ ἥκιστα τοῖς ἡμετέροις ξυμμάχοις , καὶ ἐκ πολλοῦ προπαρεσκευασμένους , εἴ ποτε ἄρα πολεμήσονται ;
οὐ γὰρ ἂν Κέρκυράν τε ὑπολαβόντες βίᾳ ἡμῶν εἶχον καὶ Ποτείδαιαν ἐπολιόρκουν , ὧν τὸ μὲν ἐπικαιρότατον χωρίον πρὸς τὰ ἐπὶ Θρᾴκης ἀποχρῆσθαι , ἡ δὲ ναυτικὸν ἂν μέγιστον παρέσχε Πελοποννησίοις .
Historiae. Thucydides. Henry Stuart Jones. Oxford. 1910.
Tufts University provided support for entering this text.
This text was converted to electronic form by professional data entry and has been proofread to a medium level of accuracy.